Thesauros Edebiyat Tragedya Ἴων

Ἴων

Ἴων Euripides

Stasimon 1

[Choral 1]
σὲ τὰν ὠδίνων λοχιᾶν
Χορός
ἀνειλείθυιαν, ἐμὰν
 
Ἀθάναν, ἱκετεύω,
 
Προμηθεῖ Τιτᾶνι λοχευ- 455
 
θεῖσαν κατʼ ἀκροτάτας
 
κορυφᾶς Διός, ὦ μάκαιρα Νίκα,
 
μόλε Πύθιον οἶκον,
 
Ὀλύμπου χρυσέων θαλάμων
 
πταμένα πρὸς ἀγυιάς, 460
 
Φοιβήιος ἔνθα γᾶς
 
μεσσόμφαλος ἑστία
 
παρὰ χορευομένῳ τρίποδι
 
μαντεύματα κραίνει,
 
σὺ καὶ παῖς ἁ Λατογενής, 465
 
δύο θεαὶ δύο παρθένοι,
 
κασίγνηται σεμναὶ Φοίβου.
 
ἱκετεύσατε δʼ, ὦ κόραι,
 
τὸ παλαιὸν Ἐρεχθέως
 
γένος εὐτεκνίας χρονίου καθαροῖς 470
 
μαντεύμασι κῦρσαι.
← Önceki bölüm Stasimon 1 · 1 / 3 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi