Thesauros Edebiyat Tragedya Ἴων

Ἴων

Ἴων Euripides

Epeisodion 1

Ἴων
γενναιότης σοι, καὶ τρόπων τεκμήριον
 
τὸ σχῆμʼ ἔχεις τόδʼ, ἥτις εἶ ποτʼ, ὦ γύναι.
 
γνοίη δʼ ἂν ὡς τὰ πολλά γʼ ἀνθρώπου πέρι
 
τὸ σχῆμʼ ἰδών τις εἰ πέφυκεν εὐγενής. 240
 
ἔα· 240
 
ἀλλʼ ἐξέπληξάς μʼ, ὄμμα συγκλῄσασα σὸν
 
δακρύοις θʼ ὑγράνασʼ εὐγενῆ παρηίδα,
 
ὡς εἶδες ἁγνὰ Λοξίου χρηστήρια.
 
τί ποτε μερίμνης ἐς τόδʼ ἦλθες, ὦ γύναι;
 
ὃ πάντες ἄλλοι γύαλα λεύσσοντες θεοῦ 245
 
χαίρουσιν, ἐνταῦθʼ ὄμμα σὸν δακρυρροεῖ;
Κρέουσα
ὦ ξένε, τὸ μὲν σὸν οὐκ ἀπαιδεύτως ἔχει
 
ἐς θαύματʼ ἐλθεῖν δακρύων ἐμῶν πέρι·
 
ἐγὼ δʼ ἰδοῦσα τούσδʼ Ἀπόλλωνος δόμους
 
μνήμην παλαιὰν ἀνεμετρησάμην τινά· 250
 
οἴκοι δὲ τὸν νοῦν ἔσχον ἐνθάδʼ οὖσά που.
 
ὦ τλήμονες γυναῖκες· ὦ τολμήματα
 
θεῶν. τί δῆτα; ποῖ δίκην ἀνοίσομεν,
 
εἰ τῶν κρατούντων ἀδικίαις ὀλούμεθα;
Ἴων
τί χρῆμʼ ἀνερμήνευτα δυσθυμῇ, γύναι; 255
Κρέουσα
οὐδέν· μεθῆκα τόξα· τἀπὶ τῷδε δὲ
 
ἐγώ τε σιγῶ, καὶ σὺ μὴ φρόντιζʼ ἔτι.
Ἴων
τίς δʼ εἶ; πόθεν γῆς ἦλθες; ἐκ ποίας πάτρας
 
πέφυκας; ὄνομα τί σε καλεῖν ἡμᾶς χρεών;
Κρέουσα
Κρέουσα μέν μοι τοὔνομʼ, ἐκ δʼ Ἐρεχθέως 260
 
πέφυκα, πατρὶς γῆ δʼ Ἀθηναίων πόλις.
Ἴων
ὦ κλεινὸν οἰκοῦσʼ ἄστυ γενναίων τʼ ἄπο
 
τραφεῖσα πατέρων, ὥς σε θαυμάζω, γύναι.
Κρέουσα
τοσαῦτα κεὐτυχοῦμεν, ὦ ξένʼ, οὐ πέρα.
Ἴων
πρὸς θεῶν ἀληθῶς, ὡς μεμύθευται βροτοῖς ; 265
Κρέουσα
τί χρῆμʼ ἐρωτᾷς, ὦ ξένʼ, ἐκμαθεῖν θέλων;
Ἴων
ἐκ γῆς πατρός σου πρόγονος ἔβλαστεν πατήρ;
Κρέουσα
Ἐριχθόνιός γε· τὸ δὲ γένος μʼ οὐκ ὠφελεῖ.
Ἴων
ἦ καί σφʼ Ἀθάνα γῆθεν ἐξανείλετο;
Κρέουσα
ἐς παρθένους γε χεῖρας, οὐ τεκοῦσά νιν. 270
Ἴων
δίδωσι δʼ, ὥσπερ ἐν γραφῇ νομίζεται ;
Κρέουσα
Κέκροπός γε σῴζειν παισὶν οὐχ ὁρώμενον.
Ἴων
ἤκουσα λῦσαι παρθένους τεῦχος θεᾶς.
Κρέουσα
τοιγὰρ θανοῦσαι σκόπελον ᾕμαξαν πέτρας.
Ἴων
εἶἑν· 275
 
τί δαὶ τόδʼ; ἆρʼ ἀληθὲς ἢ μάτην λόγος 275
Κρέουσα
τί χρῆμʼ ἐρωτᾷς; καὶ γὰρ οὐ κάμνω σχολῇ.
Ἴων
πατὴρ Ἐρεχθεὺς σὰς ἔθυσε συγγόνους;
Κρέουσα
ἔτλη πρὸ γαίας σφάγια παρθένους κτανεῖν.
Ἴων
σὺ δʼ ἐξεσώθης πῶς κασιγνήτων μόνη;
Κρέουσα
βρέφος νεογνὸν μητρὸς ἦν ἐν ἀγκάλαις. 280
Ἴων
πατέρα δʼ ἀληθῶς χάσμα σὸν κρύπτει χθονός;
Κρέουσα
πληγαὶ τριαίνης ποντίου σφʼ ἀπώλεσαν.
Ἴων
Μακραὶ δὲ χῶρός ἐστʼ ἐκεῖ κεκλημένος;
Κρέουσα
τί δʼ ἱστορεῖς τόδʼ; ὥς μʼ ἀνέμνησάς τινος.
Ἴων
τιμᾷ σφε Πύθιος ἀστραπαί τε Πύθιαι. 285
Κρέουσα
τιμᾶ τιμᾶ· ὡς μήποτʼ ὤφελόν σφʼ ἰδεῖν.
Ἴων
τί δὲ στυγεῖς σὺ τοῦ θεοῦ τὰ φίλτατα;
Κρέουσα
οὐδέν· ξύνοιδʼ ἄντροισιν αἰσχύνην τινά.
Ἴων
πόσις δὲ τίς σʼ ἔγημʼ Ἀθηναίων, γύναι;
Κρέουσα
οὐκ ἀστός, ἀλλʼ ἐπακτὸς ἐξ ἄλλης χθονός. 290
Ἴων
τίς; εὐγενῆ νιν δεῖ πεφυκέναι τινά.
Κρέουσα
Ξοῦθος, πεφυκὼς Αἰόλου Διός τʼ ἄπο.
Ἴων
καὶ πῶς ξένος σʼ ὢν ἔσχεν οὖσαν ἐγγενῆ;
Κρέουσα
Εὔβοιʼ Ἀθήναις ἔστι τις γείτων πόλις
Ἴων
ὅροις ὑγροῖσιν, ὡς λέγουσʼ, ὡρισμένη. 295
Κρέουσα
ταύτην ἔπερσε Κεκροπίδαις κοινῷ δορί.
Ἴων
ἐπίκουρος ἐλθών; κᾆτα σὸν γαμεῖ λέχος;
Κρέουσα
φερνάς γε πολέμου καὶ δορὸς λαβὼν γέρας.
Ἴων
σὺν ἀνδρὶ δʼ ἥκεις ἢ μόνη χρηστήρια;
Κρέουσα
σὺν ἀνδρί. σηκοὺς δʼ ἐκστρέφει Τροφωνίου. 300
Ἴων
πότερα θεατὴς ἢ χάριν μαντευμάτων;
Κρέουσα
κείνου τε Φοίβου θʼ ἓν θέλων μαθεῖν ἔπος.
Ἴων
καρποῦ δʼ ὕπερ γῆς ἥκετʼ, ἢ παίδων πέρι;
Κρέουσα
ἄπαιδές ἐσμεν, χρόνιʼ ἔχοντʼ εὐνήματα.
Ἴων
οὐδʼ ἔτεκες οὐδὲν πώποτʼ, ἀλλʼ ἄτεκνος εἶ; 305
Κρέουσα
ὁ Φοῖβος οἶδε τὴν ἐμὴν ἀπαιδίαν.
Ἴων
ὦ τλῆμον, ὡς τἄλλʼ εὐτυχοῦσʼ οὐκ εὐτυχεῖς.
Κρέουσα
σὺ δʼ εἶ τίς; ὥς σου τὴν τεκοῦσαν ὤλβισα.
Ἴων
τοῦ θεοῦ καλοῦμαι δοῦλος εἰμί τʼ, ὦ γύναι.
Κρέουσα
ἀνάθημα πόλεως, ἤ τινος πραθεὶς ὕπο; 310
Ἴων
οὐκ οἶδα πλὴν ἕν· Λοξίου κεκλήμεθα.
Κρέουσα
ἡμεῖς σʼ ἄρʼ αὖθις, ὦ ξένʼ, ἀντοικτίρομεν.
Ἴων
ὡς μὴ εἰδόθʼ ἥτις μʼ ἔτεκεν ἐξ ὅτου τʼ ἔφυν.
Κρέουσα
ναοῖσι δʼ οἰκεῖς τοισίδʼ ἢ κατὰ στέγας;
Ἴων
ἅπαν θεοῦ μοι δῶμʼ, ἵνʼ ἂν λάβῃ μʼ ὕπνος. 315
Κρέουσα
παῖς δʼ ὢν ἀφίκου ναὸν ἢ νεανίας;
Ἴων
βρέφος λέγουσιν οἱ δοκοῦντες εἰδέναι.
Κρέουσα
καὶ τίς γάλακτί σʼ ἐξέθρεψε Δελφίδων;
Ἴων
οὐπώποτʼ ἔγνων μαστόν· ἣ δʼ ἔθρεψέ με
Κρέουσα
τίς, ὦ ταλαίπωρʼ; ὡς νοσοῦσʼ ηὗρον νόσους. 320
Ἴων
Φοίβου προφῆτις, μητέρʼ ὣς νομίζομεν.
Κρέουσα
ἐς δʼ ἄνδρʼ ἀφίκου τίνα τροφὴν κεκτημένος;
Ἴων
βωμοί μʼ ἔφερβον οὑπιών τʼ ἀεὶ ξένος.
Κρέουσα
τάλαινά σʼ ἡ τεκοῦσα· τίς ποτʼ ἦν ἄρα;
Ἴων
ἀδίκημά του γυναικὸς ἐγενόμην ἴσως. 325
Κρέουσα
ἔχεις δὲ βίοτον· εὖ γὰρ ἤσκησαι πέπλοις.
Ἴων
τοῖς τοῦ θεοῦ κοσμούμεθʼ, ᾧ δουλεύομεν.
Κρέουσα
οὐδʼ ᾖξας εἰς ἔρευναν ἐξευρεῖν γονάς;
Ἴων
ἔχω γὰρ οὐδέν, ὦ γύναι, τεκμήριον.
Κρέουσα
φεῦ· 330
 
πέπονθέ τις σῇ μητρὶ ταὔτʼ ἄλλη γυνή. 330
Ἴων
τίς; εἰ πόνου μοι ξυλλάβοι, χαίροιμεν ἄν.
Κρέουσα
ἧς οὕνεκʼ ἦλθον δεῦρο πρὶν πόσιν μολεῖν.
Ἴων
ποῖόν τι χρῄζουσʼ; ὡς ὑπουργήσω, γύναι.
Κρέουσα
μάντευμα κρυπτὸν δεομένη Φοίβου μαθεῖν.
Ἴων
λέγοις ἄν· ἡμεῖς τἄλλα προξενήσομεν. 335
Κρέουσα
ἄκουε δὴ τὸν μῦθον. — ἀλλʼ αἰδούμεθα.
Ἴων
οὔ τἄρα πράξεις οὐδέν· ἀργὸς ἡ θεός.
Κρέουσα
Φοίβῳ μιγῆναί φησί τις φίλων ἐμῶν.
Ἴων
Φοίβῳ γυνὴ γεγῶσα; μὴ λέγʼ, ὦ ξένη.
Κρέουσα
καὶ παῖδά γʼ ἔτεκε τῷ θεῷ λάθρα πατρός. 340
Ἴων
οὐκ ἔστιν· ἀνδρὸς ἀδικίαν αἰσχύνεται.
Κρέουσα
οὔ φησιν αὐτή, καὶ πέπονθεν ἄθλια.
Ἴων
τί χρῆμα δράσασʼ, εἰ θεῷ συνεζύγη;
Κρέουσα
τὸν παῖδʼ ὃν ἔτεκεν ἐξέθηκε δωμάτων.
Ἴων
ὁ δʼ ἐκτεθεὶς παῖς ποῦ ʼστιν; εἰσορᾷ φάος; 345
Κρέουσα
οὐκ οἶδεν οὐδείς. ταῦτα καὶ μαντεύομαι.
Ἴων
εἰ δʼ οὐκέτʼ ἔστι, τίνι τρόπῳ διεφθάρη;
Κρέουσα
θῆράς σφε τὸν δύστηνον ἐλπίζει κτανεῖν.
Ἴων
ποίῳ τόδʼ ἔγνω χρωμένη τεκμηρίῳ;
Κρέουσα
ἐλθοῦσʼ ἵνʼ αὐτὸν ἐξέθηκʼ οὐχ ηὗρʼ ἔτι. 350
Ἴων
ἦν δὲ σταλαγμὸς ἐν στίβῳ τις αἵματος;
Κρέουσα
οὔ φησι. καίτοι πόλλʼ ἐπεστράφη πέδον.
Ἴων
χρόνος δὲ τίς τῷ παιδὶ διαπεπραγμένῳ;
Κρέουσα
σοὶ ταὐτὸν ἥβης, εἴπερ, εἶχεν ἂν μέτρον.
Ἴων
ἀδικεῖ νιν ὁ θεός· ἡ τεκοῦσα δʼ ἀθλία. 355
Κρέουσα
οὔκουν ἔτʼ ἄλλον γʼ ὕστερον τίκτει γόνον.
Ἴων
τί δʼ, εἰ λάθρα νιν Φοῖβος ἐκτρέφει λαβών;
Κρέουσα
τὰ κοινὰ χαίρων οὐ δίκαια δρᾷ μόνος.
Ἴων
οἴμοι· προσῳδὸς ἡ τύχη τὠμῷ πάθει.
Κρέουσα
καὶ σέ, ὦ ξένʼ, οἶμαι μητέρʼ ἀθλίαν ποθεῖν. 360
Ἴων
καὶ μή γʼ ἐπʼ οἶκτόν μʼ ἔξαγʼ οὗ ʼλελήσμεθα.
Κρέουσα
σιγῶ· πέραινε δʼ ὧν σʼ ἀνιστορῶ πέρι.
Ἴων
οἶσθʼ οὖν ὃ κάμνει τοῦ λόγου μάλιστά σοι;
Κρέουσα
τί δʼ οὐκ ἐκείνῃ τῇ ταλαιπώρῳ νοσεῖ;
Ἴων
πῶς ὁ θεὸς ὃ λαθεῖν βούλεται μαντεύσεται; 365
Κρέουσα
εἴπερ καθίζει τρίποδα κοινὸν Ἑλλάδος.
Ἴων
αἰσχύνεται τὸ πρᾶγμα· μὴ ʼξέλεγχέ νιν.
Κρέουσα
ἀλγύνεται δέ γʼ ἡ παθοῦσα τῇ τύχῃ.
Ἴων
οὐκ ἔστιν ὅστις σοι προφητεύσει τάδε.
 
ἐν τοῖς γὰρ αὑτοῦ δώμασιν κακὸς φανεὶς 370
 
Φοῖβος δικαίως τὸν θεμιστεύοντά σοι
 
δράσειεν ἄν τι πῆμα. ἀπαλλάσσου, γύναι.
 
τῷ γὰρ θεῷ τἀναντίʼ οὐ μαντευτέον.
 
ἐς γὰρ τοσοῦτον ἀμαθίας ἔλθοιμεν ἄν,
 
εἰ τοὺς θεοὺς ἄκοντας ἐκπονήσομεν 375
 
φράζειν ἃ μὴ θέλουσιν, ἢ προβωμίοις
 
σφαγαῖσι μήλων ἢ διʼ οἰωνῶν πτεροῖς.
 
ἃν γὰρ βίᾳ σπεύδωμεν ἀκόντων θεῶν,
 
ἄκοντα κεκτήμεσθα τἀγάθʼ, ὦ γύναι·
 
ἃ δʼ ἂν διδῶσʼ ἑκόντες, ὠφελούμεθα. 380
Χορός
πολλαί γε πολλοῖς εἰσι συμφοραὶ βροτῶν,
 
μορφαὶ δὲ διαφέρουσιν· ἓν δʼ ἂν εὐτυχὲς
 
μόλις ποτʼ ἐξεύροι τις ἀνθρώπων βίῳ.
Κρέουσα
ὦ Φοῖβε, κἀκεῖ κἀνθάδʼ οὐ δίκαιος εἶ
 
ἐς τὴν ἀποῦσαν, ἧς πάρεισιν οἱ λόγοι· 385
 
ὃς οὔτʼ ἔσωσας τὸν σὸν ὃν σῶσαί σʼ ἐχρῆν,
 
οὔθʼ ἱστορούσῃ μητρὶ μάντις ὢν ἐρεῖς,
 
ὡς, εἰ μὲν οὐκέτʼ ἔστιν, ὀγκωθῇ τάφῳ,
 
εἰ δʼ ἔστιν
 
ἀλλʼ ἐᾶν χρὴ τάδʼ, εἰ πρὸς τοῦ θεοῦ 390
 
κωλυόμεσθα μὴ μαθεῖν ἃ βούλομαι.
 
ἀλλʼ, ὦ ξένʼ, εἰσορῶ γὰρ εὐγενῆ πόσιν
 
Ξοῦθον πέλας δὴ τόνδε, τὰς Τροφωνίου
 
λιπόντα θαλάμας, τοὺς λελεγμένους λόγους
 
σίγα πρὸς ἄνδρα, μή τινʼ αἰσχύνην λάβω 395
 
διακονοῦσα κρυπτά, καὶ προβῇ λόγος
 
οὐχ ᾗπερ ἡμεῖς αὐτὸν ἐξειλίσσομεν.
 
τὰ γὰρ γυναικῶν δυσχερῆ πρὸς ἄρσενας,
 
κἀν ταῖς κακαῖσιν ἁγαθαὶ μεμειγμέναι
 
μισούμεθʼ· οὕτω δυστυχεῖς πεφύκαμεν. 400
Ξοῦθος
πρῶτον μὲν ὁ θεὸς τῶν ἐμῶν προσφθεγμάτων
 
λαβὼν ἀπαρχὰς χαιρέτω, σύ τʼ, ὦ γύναι.
 
μῶν χρόνιος ἐλθών σʼ ἐξέπληξʼ ὀρρωδίᾳ;
Κρέουσα
οὐδέν γʼ· ἀφίκου δʼ ἐς μέριμναν. ἀλλά μοι
 
λέξον, τί θέσπισμʼ ἐκ Τροφωνίου φέρεις, 405
 
παίδων ὅπως νῷν σπέρμα συγκραθήσεται;
Ξοῦθος
οὐκ ἠξίωσε τοῦ θεοῦ προλαμβάνειν
 
μαντεύμαθʼ· ἓν δʼ οὖν εἶπεν· οὐκ ἄπαιδά με
 
πρὸς οἶκον ἥξειν οὐδὲ σὲ ἐκ χρηστηρίων.
Κρέουσα
ὦ πότνια Φοίβου μῆτερ, εἰ γὰρ αἰσίως 410
 
ἔλθοιμεν, ἅ τε νῷν συμβόλαια πρόσθεν ἦν
 
ἐς παῖδα τὸν σόν, μεταπέσοι βελτίονα.
Ξοῦθος
ἔσται τάδʼ· ἀλλὰ τίς προφητεύει θεοῦ;
Ἴων
ἡμεῖς τά γʼ ἔξω, τῶν ἔσω δʼ ἄλλοις μέλει,
 
οἳ πλησίον θάσσουσι τρίποδος, ὦ ξένε, 415
 
Δελφῶν ἀριστῆς, οὓς ἐκλήρωσεν πάλος.
Ξοῦθος
καλῶς· ἔχω δὴ πάνθʼ ὅσων ἐχρῄζομεν.
 
στείχοιμʼ ἂν εἴσω· καὶ γάρ, ὡς ἐγὼ κλύω,
 
χρηστήριον πέπτωκε τοῖς ἐπήλυσι
 
κοινὸν πρὸ ναοῦ· βούλομαι δʼ ἐν ἡμέρᾳ 420
 
τῇδʼ — αἰσία γάρ — θεοῦ λαβεῖν μαντεύματα.
 
σὺ δʼ ἀμφὶ βωμούς, ὦ γύναι, δαφνηφόρους
 
λαβοῦσα κλῶνας, εὐτέκνους εὔχου θεοῖς
 
χρησμούς μʼ ἐνεγκεῖν ἐξ Ἀπόλλωνος δόμων.
Κρέουσα
ἔσται τάδʼ, ἔσται. Λοξίας δʼ ἐὰν θέλῃ 425
 
νῦν ἀλλὰ τὰς πρὶν ἀναλαβεῖν ἁμαρτίας,
 
ἅπας μὲν οὐ γένοιτʼ ἂν εἰς ἡμᾶς φίλος,
 
ὅσον δὲ χρῄζει — θεὸς γάρ ἐστι — δέξομαι.
Ἴων
τί ποτε λόγοισιν ἡ ξένη πρὸς τὸν θεὸν
 
κρυπτοῖσιν αἰεὶ λοιδοροῦσʼ αἰνίσσεται; 430
 
ἤτοι φιλοῦσά γʼ ἧς ὕπερ μαντεύεται,
 
ἢ καί τι σιγῶσʼ ὧν σιωπᾶσθαι χρεών;
 
ἀτὰρ θυγατρὸς τῆς Ἐρεχθέως τί μοι
 
μέλει; προσήκει γʼ οὐδέν. ἀλλὰ χρυσέαις
 
πρόχοισιν ἐλθὼν εἰς ἀπορραντήρια 435
 
δρόσον καθήσω. νουθετητέος δέ μοι
 
Φοῖβος, τί πάσχει· παρθένους βίᾳ γαμῶν
 
προδίδωσι; παῖδας ἐκτεκνούμενος λάθρᾳ
 
θνῄσκοντας ἀμελεῖ; μὴ σύ γʼ· ἀλλʼ, ἐπεὶ κρατεῖς,
 
ἀρετὰς δίωκε. καὶ γὰρ ὅστις ἂν βροτῶν 440
 
κακὸς πεφύκῃ, ζημιοῦσιν οἱ θεοί.
 
πῶς οὖν δίκαιον τοὺς νόμους ὑμᾶς βροτοῖς
 
γράψαντας, αὐτοὺς ἀνομίαν ὀφλισκάνειν;
 
εἰ δʼ — οὐ γὰρ ἔσται, τῷ λόγῳ δὲ χρήσομαι —
 
δίκας βιαίων δώσετʼ ἀνθρώποις γάμων, 445
 
σὺ καὶ Ποσειδῶν Ζεύς θʼ ὃς οὐρανοῦ κρατεῖ,
 
ναοὺς τίνοντες ἀδικίας κενώσετε.
 
τὰς ἡδονὰς γὰρ τῆς προμηθίας πάρος
 
σπεύδοντες ἀδικεῖτʼ. οὐκέτʼ ἀνθρώπους κακῶς
 
λέγειν δίκαιον, εἰ τὰ τῶν θεῶν καλὰ 450
 
μιμούμεθʼ, ἀλλὰ τοὺς διδάσκοντας τάδε.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi