Thesauros Edebiyat Tragedya Ἴων

Ἴων

Ἴων Euripides

Parodos

[Choral]
ἅρματα μὲν τάδε λαμπρὰ τεθρίππων
Ἴων
Ἥλιος ἤδη λάμπει κατὰ γῆν,
 
ἄστρα δὲ φεύγει πυρὶ τῷδʼ αἰθέρος
 
ἐς νύχθʼ ἱεράν· 85
 
Παρνησιάδες δʼ ἄβατοι κορυφαὶ
 
καταλαμπόμεναι τὴν ἡμερίαν
 
ἁψῖδα βροτοῖσι δέχονται.
 
σμύρνης δʼ ἀνύδρου καπνὸς εἰς ὀρόφους
 
Φοίβου πέταται. 90
 
θάσσει δὲ γυνὴ τρίποδα ζάθεον
 
Δελφίς, ἀείδουσʼ Ἕλλησι βοάς,
 
ἃς ἂν Ἀπόλλων κελαδήσῃ.
 
ἀλλʼ, ὦ Φοίβου Δελφοὶ θέραπες,
 
τὰς Κασταλίας ἀργυροειδεῖς 95
 
βαίνετε δίνας, καθαραῖς δὲ δρόσοις
 
ἀφυδρανάμενοι στείχετε ναούς·
 
στόμα τʼ εὔφημον φρουρεῖν ἀγαθόν,
 
φήμας τʼ ἀγαθὰς
 
τοῖς ἐθέλουσιν μαντεύεσθαι 100
 
γλώσσης ἰδίας ἀποφαίνειν.
 
ἡμεῖς δέ, πόνους οὓς ἐκ παιδὸς
 
μοχθοῦμεν ἀεί, πτόρθοισι δάφνης
 
στέφεσίν θʼ ἱεροῖς ἐσόδους Φοίβου
 
καθαρὰς θήσομεν, ὑγραῖς τε πέδον 105
 
ῥανίσιν νοτερόν· πτηνῶν τʼ ἀγέλας,
 
αἳ βλάπτουσιν σέμνʼ ἀναθήματα,
 
τόξοισιν ἐμοῖς φυγάδας θήσομεν·
 
ὡς γὰρ ἀμήτωρ ἀπάτωρ τε γεγὼς
 
τοὺς θρέψαντας 110
 
Φοίβου ναοὺς θεραπεύω.
[Choral 1]
ἄγʼ, ὦ νεηθαλὲς ὦ
Ἴων
καλλίστας προπόλευμα δά-
 
φνας, ἃ τὰν Φοίβου θυμέλαν
 
σαίρεις ὑπὸ ναοῖς, 115
 
κήπων ἐξ ἀθανάτων,
 
ἵνα δρόσοι τέγγουσʼ ἱεραί,
 
ῥοὰν ἀέναον
 
παγᾶν ἐκπροϊεῖσαι,
 
μυρσίνας ἱερὰν φόβαν· 120
 
ᾇ σαίρω δάπεδον θεοῦ
 
παναμέριος ἅμʼ ἁλίου
 
πτέρυγι θοᾷ
 
λατρεύων τὸ κατʼ ἦμαρ.
 
ὦ Παιὰν ὦ Παιάν, 125
 
εὐαίων εὐαίων
 
εἴης, ὦ Λατοῦς παῖ.
 
καλόν γε τὸν πόνον, ὦ
 
Φοῖβε, σοὶ πρὸ δόμων λατρεύ-
 
ω τιμῶν μαντεῖον ἕδραν· 130
 
κλεινὸς δʼ ὁ πόνος μοι
 
θεοῖσιν δούλαν χέρʼ ἔχειν
 
οὐ θνατοῖς, ἀλλʼ ἀθανάτοις·
 
εὐφάμους δὲ πόνους
 
μοχθεῖν οὐκ ἀποκάμνω. 135
 
Φοῖβός μοι γενέτωρ πατήρ·
 
τὸν βόσκοντα γὰρ εὐλογῶ,
 
τὸ δʼ ὠφέλιμον ἐμοὶ πατέρος
 
ὄνομα λέγω
 
Φοίβου τοῦ κατὰ ναόν. 140
 
ὦ Παιὰν ὦ Παιάν,
 
εὐαίων εὐαίων
 
εἴης, ὦ Λατοῦς παῖ.
[Choral]
ἀλλʼ ἐκπαύσω γὰρ μόχθους
Ἴων
δάφνας ὁλκοῖς, 145
 
χρυσέων δʼ ἐκ τευχέων ῥίψω
 
Γαίας παγάν,
 
ἃν ἀποχεύονται
 
Κασταλίας δῖναι,
 
νοτερὸν ὕδωρ βάλλων,
 
ὅσιος ἀπʼ εὐνᾶς ὤν. 150
 
εἴθʼ οὕτως αἰεὶ Φοίβῳ
 
λατρεύων μὴ παυσαίμαν,
 
ἢ παυσαίμαν ἀγαθᾷ μοίρᾳ.
 
ἔα ἔα·
 
φοιτῶσʼ ἤδη λείπουσίν τε
 
πτανοὶ Παρνασοῦ κοίτας· 155
 
αὐδῶ μὴ χρίμπτειν θριγκοῖς
 
μηδʼ ἐς χρυσήρεις οἴκους —
 
μάρψω σʼ αὖ τόξοις, ὦ Ζηνὸς
 
κῆρυξ, ὀρνίθων γαμφηλαῖς
 
ἰσχὺν νικῶν. 160
 
ὅδε πρὸς θυμέλας ἄλλος ἐρέσσει
 
κύκνος. οὐκ ἄλλᾳ
 
φοινικοφαῆ πόδα κινήσεις;
 
οὐδέν σʼ ἁ φόρμιγξ ἁ Φοίβου
 
σύμμολπος τόξων ῥύσαιτʼ ἄν. 165
 
πάραγε πτέρυγας·
 
λίμνας ἐπίβα τᾶς Δηλιάδος·
 
αἱμάξεις, εἰ μὴ πείσῃ,
 
τὰς καλλιφθόγγους ᾠδάς.
 
ἔα ἔα· 170
 
τίς ὅδʼ ὀρνίθων καινὸς προσέβα; 170
 
μῶν ὑπὸ θριγκοὺς εὐναίας
 
καρφυρὰς θήσων τέκνοις;
 
ψαλμοί σʼ εἴρξουσιν τόξων.
 
οὐ πείσῃ; χωρῶν δίναις
 
ταῖς Ἀλφειοῦ παιδούργει, 175
 
ἢ νάπος Ἴσθμιον,
 
ὡς ἀναθήματα μὴ βλάπτηται
 
ναοί θʼ οἱ Φοίβου
 
κτείνειν δʼ ὑμᾶς αἰδοῦμαι
 
τοὺς θεῶν ἀγγέλλοντας φήμας 180
 
θνατοῖς· οἷς δʼ ἔγκειμαι μόχθοις,
 
Φοίβῳ δουλεύσω, κοὐ λήξω
 
τοὺς βόσκοντας θεραπεύων.
[Choral 1]
— οὐκ ἐν ταῖς ζαθέαις Ἀθά-
Χορός
ναις εὐκίονες ἦσαν αὐ- 185
 
λαὶ θεῶν μόνον, οὐδʼ ἀγυι-
 
άτιδες θεραπεῖαι·
 
ἀλλὰ καὶ παρὰ Λοξίᾳ
 
τῷ Λατοῦς διδύμων προσώ-
 
πων καλλιβλέφαρον φῶς.
 
— ἰδοὺ τάνδʼ, ἄθρησον, 190
 
Λερναῖον ὕδραν ἐναίρει
 
χρυσέαις ἅρπαις ὁ Διὸς παῖς·
 
φίλα, πρόσιδʼ ὄσσοις.
 
— ὁρῶ. καὶ πέλας ἄλλος αὐ-
 
τοῦ πανὸν πυρίφλεκτον αἴ- 195
 
ρει τις — ἆρʼ ὃς ἐμαῖσι μυ-
 
θεύεται παρὰ πήναις,
 
ἀσπιστὰς Ἰόλαος, ὃς
 
κοινοὺς αἰρόμενος πόνους
 
Δίῳ παιδὶ συναντλεῖ; 200
 
— καὶ μὰν τόνδʼ ἄθρησον
 
πτεροῦντος ἔφεδρον ἵππου·
 
τὰν πῦρ πνέουσαν ἐναίρει
 
τρισώματον ἀλκάν.
[Choral 2]
— πάντᾳ τοι βλέφαρον διώ- 205
Χορός
κω. σκέψαι κλόνον ἐν τείχεσ-
 
σι λαΐνοισι Γιγάντων.
 
— ὦ φίλαι, ὧδε δερκόμεσθα.
 
— λεύσσεις οὖν ἐπʼ Ἐγκελάδῳ
 
γοργωπὸν πάλλουσαν ἴτυν — 210
 
— λεύσσω Παλλάδʼ, ἐμὰν θεόν.
 
— τί γάρ; κεραυνὸν ἀμφίπυρον
 
ὄβριμον ἐν Διὸς
 
ἑκηβόλοισι χερσίν;
 
— ὁρῶ· τὸν δάϊον 215
 
Μίμαντα πυρὶ καταιθαλοῖ.
 
— καὶ Βρόμιος ἄλλον ἀπολέμοι-
 
σι κισσίνοισι βάκτροις
 
ἐναίρει Γᾶς τέκνων ὁ Βακχεύς.
 
σέ τοι, τὸν παρὰ ναὸν αὐ-
 
δῶ· θέμις γυάλων ὑπερ- 220
 
βῆναι, λευκῷ ποδί γʼ — ;
Ἴων
οὐ θέμις, ὦ ξέναι.
Χορός
οὐδʼ ἂν
 
ἐκ σέθεν ἂν πυθοίμεθʼ αὐδάν;
Ἴων
τίνα τήνδε θέλεις;
Χορός
ἆρʼ ὄντως μέσον ὀμφαλὸν
 
γᾶς Φοίβου κατέχει δόμος;
Ἴων
στέμμασί γʼ ἐνδυτόν, ἀμφὶ δὲ Γοργόνες.
Χορός
οὕτω καὶ φάτις αὐδᾷ. 225
Ἴων
εἰ μὲν ἐθύσατε πέλανον πρὸ δόμων
 
καί τι πυθέσθαι χρῄζετε Φοίβου,
 
πάριτʼ ἐς θυμέλας· ἐπὶ δʼ ἀσφάκτοις
 
μήλοισι δόμων μὴ πάριτʼ ἐς μυχόν.
Χορός
ἔχω μαθοῦσα· θεοῦ δὲ νόμον 230
 
οὐ παραβαίνομεν,
 
ἃ δʼ ἐκτός, ὄμμα τέρψει.
Ἴων
πάντα θεᾶσθʼ, ὅ τι καὶ θέμις, ὄμμασι.
Χορός
μεθεῖσαν δεσπόται
 
με θεοῦ γύαλα τάδʼ εἰσιδεῖν.
Ἴων
δμῳαὶ δὲ τίνων κλῄζεσθε δόμων;
Χορός
Παλλάδι σύνοικα τρόφιμα μέλα- 235
 
θρα τῶν ἐμῶν τυράννων· 235
 
παρούσας δʼ ἀμφὶ τᾶσδʼ ἐρωτᾷς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi