Thesauros Edebiyat Tragedya Ἴων

Ἴων

Ἴων Euripides

Stasimon 4

[Episode]
οὐκ ἔστʼ οὐκ ἔστιν θανάτου
Χορός
παρατροπὰ μελέᾳ μοι· 1230
 
φανερὰ γὰρ φανερὰ τάδʼ ἤδη,
 
σπονδᾶς ἐκ Διονύσου,
 
βοτρύων θοᾶς ἐχίδνας
 
σταγόσι μειγνυμένας φόνῳ
 
φανερὰ θύματα νερτέρων, 1235
 
συμφοραὶ μὲν ἐμῷ βίῳ,
 
λεύσιμοι δὲ καταφθοραὶ δεσποίνᾳ.
 
τίνα φυγὰν πτερόεσσαν ἢ
 
χθονὸς ὑπὸ σκοτίων μυχῶν πορευθῶ,
 
θανάτου λεύσιμον ἄταν 1240
 
ἀποφεύγουσα, τεθρίππων
 
ὠκιστᾶν χαλᾶν ἐπιβᾶσʼ,
 
ἢ πρύμνας ἐπὶ ναῶν;
 
οὐκ ἔστι λαθεῖν, ὅτε μὴ χρῄζων
 
θεὸς ἐκκλέπτει. 1245
 
τί ποτʼ, ὦ μελέα δέσποινα, μένει
 
ψυχῇ σε παθεῖν; ἆρα θέλουσαι
 
δρᾶσαί τι κακὸν τοὺς πέλας αὐταὶ
 
πεισόμεθʼ, ὥσπερ τὸ δίκαιον;
Κρέουσα
πρόσπολοι, διωκόμεσθα θανασίμους ἐπὶ σφαγάς, 1250
 
Πυθίᾳ ψήφῳ κρατηθεῖσʼ, ἔκδοτος δὲ γίγνομαι.
Χορός
ἴσμεν, ὦ τάλαινα, τὰς σὰς συμφοράς, ἵνʼ εἶ τύχης.
Κρέουσα
ποῖ φύγω δῆτʼ; ἐκ γὰρ οἴκων προύλαβον μόγις πόδα
 
μὴ θανεῖν, κλοπῇ δʼ ἀφῖγμαι διαφυγοῦσα πολεμίους.
Χορός
ποῖ δʼ ἂν ἄλλοσʼ ἢ ʼπὶ βωμόν; 1255
Κρέουσα
καὶ τί μοι πλέον τόδε; 1255
Χορός
ἱκέτιν οὐ θέμις φονεύειν.
Κρέουσα
τῷ νόμῳ δέ γʼ ὄλλυμαι.
Χορός
χειρία γʼ ἁλοῦσα.
Κρέουσα
καὶ μὴν οἵδʼ ἀγωνισταὶ πικροὶ
 
δεῦρʼ ἐπείγονται ξιφήρεις.
Χορός
ἵζε νυν πυρᾶς ἔπι.
 
κἂν θάνῃς γὰρ ἐνθάδʼ οὖσα, τοῖς ἀποκτείνασί σε
 
προστρόπαιον αἷμα θήσεις· οἰστέον δὲ τὴν τύχην. 1260
Ἴων
ὦ ταυρόμορφον ὄμμα Κηφισοῦ πατρός,
 
οἵαν ἔχιδναν τήνδʼ ἔφυσας ἢ πυρὸς
 
δράκοντʼ ἀναβλέποντα φοινίαν φλόγα,
 
ᾗ τόλμα πᾶσʼ ἔνεστιν, οὐδʼ ἥσσων ἔφυ
 
Γοργοῦς σταλαγμῶν, οἷς ἔμελλέ με κτενεῖν. 1265
 
λάζυσθʼ, ἵνʼ αὐτῆς τοὺς ἀκηράτους πλόκους
 
κόμης καταξήνωσι Παρνασοῦ πλάκες,
 
ὅθεν πετραῖον ἅλμα δισκηθήσεται.
 
ἐσθλοῦ δʼ ἔκυρσα δαίμονος, πρὶν ἐς πόλιν
 
μολεῖν Ἀθηνῶν χὑπὸ μητρυιὰν πεσεῖν. 1270
 
ἐν συμμάχοις γὰρ ἀνεμετρησάμην φρένας
 
τὰς σάς, ὅσον μοι πῆμα δυσμενής τʼ ἔφυς·
 
ἔσω γὰρ ἄν με περιβαλοῦσα δωμάτων
 
ἄρδην ἂν ἐξέπεμψας εἰς Ἅιδου δόμους.
 
ἀλλʼ οὔτε βωμὸς οὔτʼ Ἀπόλλωνος δόμος 1275
 
σώσει σʼ· ὁ δʼ οἶκτος ὁ σὸς ἐμοὶ κρείσσων πάρα
 
καὶ μητρὶ τἠμῇ· καὶ γὰρ εἰ τὸ σῶμά μοι
 
ἄπεστιν αὐτῆς, τοὔνομʼ οὐκ ἄπεστί πω.
 
ἴδεσθε τὴν πανοῦργον, ἐκ τέχνης τέχνην
 
οἵαν ἔπλεξε· βωμὸν ἔπτηξεν θεοῦ, 1280
 
ὡς οὐ δίκην δώσουσα τῶν εἰργασμένων.
Κρέουσα
ἀπεννέπω σε μὴ κατακτείνειν ἐμὲ
 
ὑπέρ τʼ ἐμαυτῆς τοῦ θεοῦ θʼ ἵνʼ ἕσταμεν.
Ἴων
τί δʼ ἐστὶ Φοίβῳ σοί τε κοινὸν ἐν μέσῳ;
Κρέουσα
ἱερὸν τὸ σῶμα τῷ θεῷ δίδωμʼ ἔχειν. 1285
Ἴων
κἄπειτʼ ἔκαινες φαρμάκοις τὸν τοῦ θεοῦ;
Κρέουσα
ἀλλʼ οὐκέτʼ ἦσθα Λοξίου, πατρὸς δὲ σοῦ.
Ἴων
ἀλλʼ ἐγενόμεσθα πατρός· οὐσίαν λέγω.
Κρέουσα
οὐκοῦν τότʼ ἦσθα· νῦν δʼ ἐγώ, σὺ δʼ οὐκέτι.
Ἴων
οὐκ εὐσεβεῖς γε· τἀμὰ δʼ εὐσεβῆ τότʼ ἦν. 1290
Κρέουσα
ἔκτεινά σʼ ὄντα πολέμιον δόμοις ἐμοῖς.
Ἴων
οὔτοι σὺν ὅπλοις ἦλθον ἐς τὴν σὴν χθόνα.
Κρέουσα
μάλιστα· κἀπίμπρης γʼ Ἐρεχθέως δόμους.
Ἴων
ποίοισι πανοῖς ἢ πυρὸς ποίᾳ φλογί;
Κρέουσα
ἔμελλες οἰκεῖν τἄμʼ, ἐμοῦ βίᾳ λαβών. 1295
Ἴων
πατρός γε γῆν διδόντος ἣν ἐκτήσατο.
Κρέουσα
τοῖς Αἰόλου δὲ πῶς μετῆν τῶν Παλλάδος;
Ἴων
ὅπλοισιν αὐτήν, οὐ λόγοις ἐρρύσατο.
Κρέουσα
ἐπίκουρος οἰκήτωρ γʼ ἂν οὐκ εἴη χθονός.
Ἴων
κἄπειτα τοῦ μέλλειν μʼ ἀπέκτεινες φόβῳ; 1300
Κρέουσα
ὡς μὴ θάνοιμί γʼ, εἰ σὺ μὴ μέλλων τύχοις.
Ἴων
φθονεῖς ἄπαις οὖσʼ, εἰ πατὴρ ἐξηῦρέ με.
Κρέουσα
σὺ τῶν ἀτέκνων δῆτʼ ἀναρπάσεις δόμους;
Ἴων
ἡμῖν δέ γʼ ἀλλὰ πατρικῆς οὐκ ἦν μέρος;
Κρέουσα
ὅσʼ ἀσπὶς ἔγχος θʼ· ἥδε σοι παμπησία. 1305
Ἴων
ἔκλειπε βωμὸν καὶ θεηλάτους ἕδρας.
Κρέουσα
τὴν σὴν ὅπου σοι μητέρʼ ἐστὶ νουθέτει.
Ἴων
σὺ δʼ οὐχ ὑφέξεις ζημίαν, κτείνουσʼ ἐμέ;
Κρέουσα
ἤν γʼ ἐντὸς ἀδύτων τῶνδέ με σφάξαι θέλῃς.
Ἴων
τίς ἡδονή σοι θεοῦ θανεῖν ἐν στέμμασι; 1310
Κρέουσα
λυπήσομέν τινʼ, ὧν λελυπήμεσθʼ ὕπο.
Ἴων
φεῦ.
 
δεινόν γε, θνητοῖς τοὺς νόμους ὡς οὐ καλῶς
 
ἔθηκεν ὁ θεὸς οὐδʼ ἀπὸ γνώμης σοφῆς·
 
τοὺς μὲν γὰρ ἀδίκους βωμὸν οὐχ ἵζειν ἐχρῆν,
 
ἀλλʼ ἐξελαύνειν· οὐδὲ γὰρ ψαύειν καλὸν 1315
 
θεῶν πονηρὰν χεῖρα· τοῖσι δʼ ἐνδίκοις —
 
ἱερὰ καθίζειν, ὅστις ἠδικεῖτʼ, ἐχρῆν·
 
καὶ μὴ ʼπὶ ταὐτὸ τοῦτʼ ἰόντʼ ἔχειν ἴσον
 
τόν τʼ ἐσθλὸν ὄντα τόν τε μὴ θεῶν πάρα.
Προφῆτις
ἐπίσχες, ὦ παῖ· τρίποδα γὰρ χρηστήριον 1320
 
λιποῦσα θριγκοῦ τοῦδʼ ὑπερβάλλω πόδα
 
Φοίβου προφῆτις, τρίποδος ἀρχαῖον νόμον
 
σῴζουσα, πασῶν Δελφίδων ἐξαίρετος.
Ἴων
χαῖρʼ, ὦ φίλη μοι μῆτερ, οὐ τεκοῦσά περ.
Προφῆτις
ἀλλʼ οὖν λεγώμεθʼ· ἡ φάτις δʼ οὔ μοι πικρά. 1325
Ἴων
ἤκουσας ὥς μʼ ἔκτεινεν ἥδε μηχαναῖς;
Προφῆτις
ἤκουσα· καὶ σὺ δʼ ὠμὸς ὢν ἁμαρτάνεις.
Ἴων
οὐ χρή με τοὺς κτείνοντας ἀνταπολλύναι;
Προφῆτις
προγονοῖς δάμαρτες δυσμενεῖς ἀεί ποτε.
Ἴων
ἡμεῖς δὲ μητρυιαῖς γε πάσχοντες κακῶς. 1330
Προφῆτις
μὴ ταῦτα· λείπων ἱερὰ καὶ στείχων πάτραν
Ἴων
τί δή με δρᾶσαι νουθετούμενον χρεών;
Προφῆτις
καθαρὸς Ἀθήνας ἔλθʼ ὑπʼ οἰωνῶν καλῶν.
Ἴων
καθαρὸς ἅπας τοι πολεμίους ὃς ἂν κτάνῃ.
Προφῆτις
μὴ σύ γε· παρʼ ἡμῶν δʼ ἔκλαβʼ οὓς ἔχω λόγους. 1335
Ἴων
λέγοις ἄν· εὔνους δʼ οὖσʼ ἐρεῖς ὅσʼ ἂν λέγῃς.
Προφῆτις
ὁρᾷς τόδʼ ἄγγος χερὸς ὑπʼ ἀγκάλαις ἐμαῖς;
Ἴων
ὁρῶ παλαιὰν ἀντίπηγʼ ἐν στέμμασιν.
Προφῆτις
ἐν τῇδέ σʼ ἔλαβον νεόγονον βρέφος ποτέ.
Ἴων
τί φῄς; ὁ μῦθος εἰσενήνεκται νέος. 1340
Προφῆτις
σιγῇ γὰρ εἶχον αὐτά· νῦν δὲ δείκνυμεν.
Ἴων
πῶς οὖν ἔκρυπτες τόδε λαβοῦσʼ ἡμᾶς πάλαι;
Προφῆτις
ὁ θεός σʼ ἐβούλετʼ ἐν δόμοις ἔχειν λάτριν.
Ἴων
νῦν δʼ οὐχὶ χρῄζει; τῷ τόδε γνῶναί με χρή;
Προφῆτις
πατέρα κατειπὼν τῆσδέ σʼ ἐκπέμπει χθονός. 1345
Ἴων
σὺ δʼ ἐκ κελευσμῶν ἢ πόθεν σῴζεις τάδε;
Προφῆτις
ἐνθύμιόν μοι τότε τίθησι Λοξίας
Ἴων
τί χρῆμα δρᾶσαι; λέγε, πέραινε σοὺς λόγους.
Προφῆτις
σῶσαι τόδʼ εὕρημʼ ἐς τὸν ὄντα νῦν χρόνον.
Ἴων
ἔχει δέ μοι τί κέρδος ἢ τίνα βλάβην; 1350
Προφῆτις
ἐνθάδε κέκρυπται σπάργανʼ οἷς ἐνῆσθα σύ.
Ἴων
μητρὸς τάδʼ ἡμῖν ἐκφέρεις ζητήματα;
Προφῆτις
ἐπεί γʼ ὁ δαίμων βούλεται· πάροιθε δʼ οὔ.
Ἴων
ὦ μακαρίων μοι φασμάτων ἥδʼ ἡμέρα.
Προφῆτις
λαβών νυν αὐτὰ τὴν τεκοῦσαν ἐκπόνει. 1355
Ἴων
πᾶσάν γʼ ἐπελθὼν Ἀσιάδʼ Εὐρώπης θʼ ὅρους.
Προφῆτις
γνώσῃ τάδʼ αὐτός. τοῦ θεοῦ δʼ ἕκατί σε
 
ἔθρεψά τʼ, ὦ παῖ, καὶ τάδʼ ἀποδίδωμί σοι,
 
ἃ κεῖνος ἀκέλευστόν μʼ ἐβουλήθη λαβεῖν
 
σῶσαί θʼ· ὅτου δʼ ἐβούλεθʼ οὕνεκʼ, οὐκ ἔχω λέγειν. 1360
 
ᾔδει δὲ θνητῶν οὔτις ἀνθρώπων τάδε
 
ἔχοντας ἡμᾶς, οὐδʼ ἵνʼ ἦν κεκρυμμένα.
 
καὶ χαῖρʼ· ἴσον γάρ σʼ ὡς τεκοῦσʼ ἀσπάζομαι.
 
ἄρξαι δʼ ὅθεν σὴν μητέρα ζητεῖν σε χρή·
 
πρῶτον μὲν εἴ τις Δελφίδων τεκοῦσά σε 1365
 
ἐς τούσδε ναοὺς ἐξέθηκε παρθένος,
 
ἔπειτα δʼ εἴ τις Ἑλλάς. — ἐξ ἡμῶν δʼ ἔχεις
 
ἅπαντα Φοίβου θʼ, ὃς μετέσχε τῆς τύχης.
Ἴων
φεῦ φεῦ· κατʼ ὄσσων ὡς ὑγρὸν βάλλω δάκρυ,
 
ἐκεῖσε τὸν νοῦν δούς, ὅθʼ ἡ τεκοῦσά με 1370
 
κρυφαῖα νυμφευθεῖσʼ ἀπημπόλα λάθρα
 
καὶ μαστὸν οὐκ ὑπέσχεν· ἀλλʼ ἀνώνυμος
 
ἐν θεοῦ μελάθροις εἶχον οἰκέτην βίον.
 
τὰ τοῦ θεοῦ μὲν χρηστά, τοῦ δὲ δαίμονος
 
βαρέα· χρόνον γὰρ ὅν με χρῆν ἐν ἀγκάλαις 1375
 
μητρὸς τρυφῆσαι καί τι τερφθῆναι βίου,
 
ἀπεστερήθην φιλτάτης μητρὸς τροφῆς.
 
τλήμων δὲ χἡ τεκοῦσά μʼ· ὡς ταὐτὸν πάθος
 
πέπονθε, παιδὸς ἀπολέσασα χαρμονάς.
 
καὶ νῦν λαβὼν τήνδʼ ἀντίπηγʼ οἴσω θεῷ 1380
 
ἀνάθημʼ, ἵνʼ εὕρω μηδὲν ὧν οὐ βούλομαι.
 
εἰ γάρ με δούλη τυγχάνει τεκοῦσά τις,
 
εὑρεῖν κάκιον μητέρʼ ἢ σιγῶντʼ ἐᾶν.
 
ὦ Φοῖβε, ναοῖς ἀνατίθημι τήνδε σοῖς
 
καίτοι τί πάσχω; τοῦ θεοῦ προθυμίᾳ 1385
 
πολεμῶ, τὰ μητρὸς σύμβολʼ ὃς σέσωκέ μοι.
 
ἀνοικτέον τάδʼ ἐστὶ καὶ τολμητέον·
 
τὰ γὰρ πεπρωμένʼ οὐχ ὑπερβαίην ποτʼ ἄν.
 
ὦ στέμμαθʼ ἱερά, τί ποτέ μοι κεκεύθατε,
 
καὶ σύνδεθʼ, οἷσι τἄμʼ ἐφρουρήθη φίλα; 1390
 
ἰδοὺ περίπτυγμʼ ἀντίπηγος εὐκύκλου
 
ὡς οὐ γεγήρακʼ ἔκ τινος θεηλάτου,
 
εὐρώς τʼ ἄπεστι πλεγμάτων· ὁ δʼ ἐν μέσῳ
 
χρόνος πολὺς δὴ τοῖσδε θησαυρίσμασιν.
Κρέουσα
τί δῆτα φάσμα τῶν ἀνελπίστων ὁρῶ; 1395
Ἴων
σίγα σύ· πολλὰ καὶ πάροιθεν οἶσθά μοι
Κρέουσα
οὐκ ἐν σιωπῇ τἀμά· μή με νουθέτει.
 
ὁρῶ γὰρ ἄγγος οὗ ʼξέθηκʼ ἐγώ ποτε
 
σέ γʼ, ὦ τέκνον μοι, βρέφος ἔτʼ ὄντα νήπιον,
 
Κέκροπος ἐς ἄντρα καὶ Μακρὰς πετρηρεφεῖς. 1400
 
λείψω δὲ βωμὸν τόνδε, κεἰ θανεῖν με χρή.
Ἴων
λάζυσθε τήνδε· θεομανὴς γὰρ ἥλατο
 
βωμοῦ λιποῦσα ξόανα· δεῖτε δʼ ὠλένας.
Κρέουσα
σφάζοντες οὐ λήγοιτʼ ἄν· ὡς ἀνθέξομαι
 
καὶ τῆσδε καὶ σοῦ τῶν τε σῶν κεκρυμμένων. 1405
Ἴων
τάδʼ οὐχὶ δεινά; ῥυσιάζομαι λόγῳ.
Κρέουσα
οὔκ, ἀλλὰ σοῖς φίλοισιν εὑρίσκῃ φίλος.
Ἴων
ἐγὼ φίλος σός; κᾆτά μʼ ἔκτεινες λάθρα;
Κρέουσα
παῖς γʼ, εἰ τόδʼ ἐστὶ τοῖς τεκοῦσι φίλτατον.
Ἴων
παῦσαι πλέκουσα. — λήψομαί σʼ ἐγὼ καλῶς. 1410
Κρέουσα
ἐς τοῦθʼ ἱκοίμην, τοῦδε τοξεύω, τέκνον.
Ἴων
κενὸν τόδʼ ἄγγος ἢ στέγει πλήρωμά τι;
Κρέουσα
σά γʼ ἔνδυθʼ, οἷσί σʼ ἐξέθηκʼ ἐγώ ποτε.
Ἴων
καὶ τοὔνομʼ αὐτῶν ἐξερεῖς πρὶν εἰσιδεῖν;
Κρέουσα
κἂν μὴ φράσω γε, κατθανεῖν ὑφίσταμαι. 1415
Ἴων
λέγʼ· ὡς ἔχει τι δεινὸν ἥ γε τόλμα σου.
Κρέουσα
σκέψασθʼ· ὃ παῖς ποτʼ οὖσʼ ὕφασμʼ ὕφηνʼ ἐγὼ
Ἴων
ποῖόν τι; πολλὰ παρθένων ὑφάσματα.
Κρέουσα
οὐ τέλεον, οἷον δʼ ἐκδίδαγμα κερκίδος.
Ἴων
μορφὴν ἔχον τίνʼ; ὥς με μὴ ταύτῃ λάβῃς. 1420
Κρέουσα
Γοργὼ μὲν ἐν μέσοισιν ἠτρίοις πέπλων.
Ἴων
ὦ Ζεῦ, τίς ἡμᾶς ἐκκυνηγετεῖ πότμος;
Κρέουσα
κεκρασπέδωται δʼ ὄφεσιν αἰγίδος τρόπον.
Ἴων
ἰδού·
 
τόδʼ ἔσθʼ ὕφασμα, θέσφαθʼ ὡς εὑρίσκομεν.
Κρέουσα
ὦ χρόνιον ἱστῶν παρθένευμα τῶν ἐμῶν. 1425
Ἴων
ἔστιν τι πρὸς τῷδʼ, ἢ μόνῳ τῷδʼ εὐτυχεῖς;
Κρέουσα
δράκοντες· ἀρχαῖόν τι παγχρύσῳ γένει
 
δώρημʼ Ἀθάνας, ἣ τέκνʼ ἐντρέφειν λέγει
 
Ἐριχθονίου γε τοῦ πάλαι μιμήματα.
Ἴων
τί δρᾶν, τί χρῆσθαι, φράζε μοι, χρυσώματι; 1430
Κρέουσα
δέραια παιδὶ νεογόνῳ φέρειν, τέκνον.
Ἴων
ἔνεισιν οἵδε· τὸ δὲ τρίτον ποθῶ μαθεῖν.
Κρέουσα
στέφανον ἐλαίας ἀμφέθηκά σοι τότε,
 
ἣν πρῶτʼ Ἀθάνα σκόπελον εἰσηνέγκατο,
 
ὅς, εἴπερ ἔστιν, οὔποτʼ ἐκλείπει χλόην, 1435
 
θάλλει δʼ, ἐλαίας ἐξ ἀκηράτου γεγώς.
Ἴων
ὦ φιλτάτη μοι μῆτερ, ἄσμενός σʼ ἰδὼν
 
πρὸς ἀσμένας πέπτωκα σὰς παρηίδας.
Κρέουσα
ὦ τέκνον, ὦ φῶς μητρὶ κρεῖσσον ἡλίου —
 
συγγνώσεται γὰρ ὁ θεός — ἐν χεροῖν σʼ ἔχω, 1440
 
ἄελπτον εὕρημʼ, ὃν κατὰ γᾶς ἐνέρων
 
χθόνιον μετὰ Περσεφόνας τʼ ἐδόκουν ναίειν.
Ἴων
ἀλλʼ, ὦ φίλη μοι μῆτερ, ἐν χεροῖν σέθεν
 
ὁ κατθανών τε κοὐ θανὼν φαντάζομαι.
Κρέουσα
ἰὼ ἰώ, λαμπρᾶς αἰθέρος ἀμπτυχαί, 1445
 
τίνʼ αὐδὰν ἀύσω,
 
βοάσω; πόθεν μοι
 
συνέκυρσʼ ἀδόκητος ἡδονά; πόθεν
 
ἐλάβομεν χαράν;
Ἴων
ἐμοὶ γενέσθαι πάντα μᾶλλον ἄν ποτε, 1450
 
μῆτερ, παρέστη τῶνδʼ, ὅπως σός εἰμʼ ἐγώ.
Κρέουσα
ἔτι φόβῳ τρέμω.
Ἴων
μῶν οὐκ ἔχειν μʼ ἔχουσα;
Κρέουσα
τὰς γὰρ ἐλπίδας
 
ἀπέβαλον πρόσω.
 
ἰὼ γύναι, πόθεν πόθεν ἔλαβες ἐμὸν
 
βρέφος ἐς ἀγκάλας;
 
τίνʼ ἀνὰ χεῖρα δόμον ἔβα Λοξίου; 1455
Ἴων
θεῖον τόδʼ· ἀλλὰ τἀπίλοιπα τῆς τύχης
 
εὐδαιμονοῖμεν, ὡς τὰ πρόσθε δυστυχῆ.
Κρέουσα
τέκνον, οὐκ ἀδάκρυτος ἐκλοχεύῃ,
 
γόοις δὲ ματρὸς ἐκ χερῶν ὁρίζῃ·
 
νῦν δὲ γενειάσιν παρὰ σέθεν πνέω 1460
 
μακαριωτάτας τυχοῦσʼ ἡδονᾶς.
Ἴων
τοὐμὸν λέγουσα καὶ τὸ σὸν κοινῶς λέγεις.
Κρέουσα
ἄπαιδες οὐκέτʼ ἐσμὲν οὐδʼ ἄτεκνοι·
 
δῶμʼ ἑστιοῦται, γᾶ δʼ ἔχει τυράννους·
 
ἀνηβᾷ δʼ Ἐρεχθεύς, 1465
 
ὅ τε γηγενέτας δόμος οὐκέτι νύκτα δέρκεται,
 
ἀελίου δʼ ἀναβλέπει λαμπάσιν.
Ἴων
μῆτερ, παρών μοι καὶ πατὴρ μετασχέτω
 
τῆς ἡδονῆς τῆσδʼ ἧς ἔδωχʼ ὑμῖν ἐγώ.
Κρέουσα
ὦ τέκνον, 1470
 
τί φῄς; οἷον οἷον ἀνελέγχομαι.
Ἴων
πῶς εἶπας;
Κρέουσα
ἄλλοθεν γέγονας, ἄλλοθεν.
Ἴων
ὤμοι· νόθον με παρθένευμʼ ἔτικτε σόν;
Κρέουσα
οὐχ ὑπὸ λαμπάδων οὐδὲ χορευμάτων
 
ὑμέναιος ἐμός, 1475
 
τέκνον, ἔτικτε σὸν κάρα.
Ἴων
αἰαῖ· πέφυκα δυσγενής. μῆτερ, πόθεν;
Κρέουσα
ἴστω Γοργοφόνα
Ἴων
τί τοῦτʼ ἔλεξας;
Κρέουσα
ἃ σκοπέλοις ἐπʼ ἐμοῖς
 
τὸν ἐλαιοφυῆ πάγον 1480
 
θάσσει
Ἴων
λέγεις μοι δόλια κοὐ σαφῆ τάδε.
Κρέουσα
παρʼ ἀηδόνιον πέτραν
 
Φοίβῳ
Ἴων
τί Φοῖβον αὐδᾷς;
Κρέουσα
κρυπτόμενον λέχος ηὐνάσθην
Ἴων
λέγʼ· ὡς ἐρεῖς τι κεδνὸν εὐτυχές τέ μοι. 1485
Κρέουσα
δεκάτῳ δέ σε μηνὸς ἐν
 
κύκλῳ κρύφιον ὠδῖνʼ ἔτεκον Φοίβῳ.
Ἴων
ὦ φίλτατʼ εἰποῦσʼ, εἰ λέγεις ἐτήτυμα.
Κρέουσα
παρθένια δʼ ἐμᾶς λάθρα ματέρος
 
σπάργανʼ ἀμφίβολά σοι τάδʼ ἐνῆψα, κερ- 1490
 
κίδος ἐμᾶς πλάνους.
 
γάλακτι δʼ οὐκ ἐπέσχον, οὐδὲ μαστῷ
 
τροφεῖα ματρὸς οὐδὲ λουτρὰ χειροῖν,
 
ἀνὰ δʼ ἄντρον ἔρημον οἰωνῶν
 
γαμφηλαῖς φόνευμα θοίναμά τʼ εἰς 1495
 
Ἅιδαν ἐκβάλλῃ.
Ἴων
ὦ δεινὰ τλᾶσα μῆτερ.
Κρέουσα
ἐν φόβῳ, τέκνον,
 
καταδεθεῖσα σὰν
 
ἀπέβαλον ψυχάν·
 
ἔκτεινά σʼ ἄκουσʼ. 1500
Ἴων
ἐξ ἐμοῦ τʼ οὐχ ὅσιʼ ἔθνῃσκες. 1500
Κρέουσα
ἰώ· δειναὶ μὲν τότε τύχαι,
 
δεινὰ δὲ καὶ τάδʼ· ἑλισσόμεσθʼ ἐκεῖθεν
 
ἐνθάδε δυστυχίαισιν εὐτυχίαις τε πάλιν, 1505
 
μεθίσταται δὲ πνεύματα.
 
μενέτω· τὰ πάροιθεν ἅλις κακά· νῦν δὲ
 
γένοιτό τις οὖρος ἐκ κακῶν, ὦ παῖ.
Χορός
μηδεὶς δοκείτω μηδὲν ἀνθρώπων ποτὲ 1510
 
ἄελπτον εἶναι πρὸς τὰ τυγχάνοντα νῦν.
Ἴων
ὦ μεταβαλοῦσα μυρίους ἤδη βροτῶν
 
καὶ δυστυχῆσαι καὖθις αὖ πρᾶξαι καλῶς,
 
Τύχη, παρʼ οἵαν ἤλθομεν στάθμην βίου
 
μητέρα φονεῦσαι καὶ παθεῖν ἀνάξια. 1515
 
φεῦ·
 
ἆρʼ ἐν φαενναῖς ἡλίου περιπτυχαῖς
 
ἔνεστι πάντα τάδε καθʼ ἡμέραν μαθεῖν;
 
φίλον μὲν οὖν σʼ εὕρημα, μῆτερ, ηὕρομεν,
 
καὶ τὸ γένος οὐδὲν μεμπτόν, ὡς ἡμῖν, τόδε·
 
τὰ δʼ ἄλλα πρὸς σὲ βούλομαι μόνην φράσαι. 1520
 
δεῦρʼ ἔλθʼ· ἐς οὖς γὰρ τοὺς λόγους εἰπεῖν θέλω
 
καὶ περικαλύψαι τοῖσι πράγμασι σκότον.
 
ὅρα σύ, μῆτερ· μὴ σφαλεῖσʼ ἃ παρθένοις
 
ἐγγίγνεται νοσήματʼ ἐς κρυπτοὺς γάμους,
 
ἔπειτα τῷ θεῷ προστίθης τὴν αἰτίαν, 1525
 
καὶ τοὐμὸν αἰσχρὸν ἀποφυγεῖν πειρωμένη,
 
Φοίβῳ τεκεῖν με φῄς, τεκοῦσʼ οὐκ ἐκ θεοῦ;
Κρέουσα
μὰ τὴν παρασπίζουσαν ἅρμασίν ποτε
 
Νίκην Ἀθηνᾶν Ζηνὶ γηγενεῖς ἔπι,
 
οὐκ ἔστιν ὅστις σοι πατὴρ θνητῶν, τέκνον, 1530
 
ἀλλʼ ὅσπερ ἐξέθρεψε, Λοξίας ἄναξ.
Ἴων
πῶς οὖν τὸν αὑτοῦ παῖδʼ ἔδωκʼ ἄλλῳ πατρὶ
 
Ξούθου τέ φησι παῖδά μʼ ἐκπεφυκέναι;
Κρέουσα
πεφυκέναι μὲν οὐχί, δωρεῖται δέ σε
 
αὑτοῦ γεγῶτα· καὶ γὰρ ἂν φίλος φίλῳ 1535
 
δοίη τὸν αὑτοῦ παῖδα δεσπότην δόμων.
Ἴων
ὁ θεὸς ἀληθὴς ἢ μάτην μαντεύεται,
 
ἐμοῦ ταράσσει, μῆτερ, εἰκότως φρένα.
Κρέουσα
ἄκουε δή νυν ἅμʼ ἐσῆλθεν, ὦ τέκνον·
 
εὐεργετῶν σε Λοξίας ἐς εὐγενῆ 1540
 
δόμον καθίζει· τοῦ θεοῦ δὲ λεγόμενος,
 
οὐκ ἔσχες ἄν ποτʼ οὔτε παγκλήρους δόμους
 
οὔτʼ ὄνομα πατρός. πῶς γάρ, οὗ γʼ ἐγὼ γάμους
 
ἔκρυπτον αὐτὴ καί σʼ ἀπέκτεινον λάθρα;
 
ὃ δʼ ὠφελῶν σε προστίθησʼ ἄλλῳ πατρί. 1545
Ἴων
οὐχ ὧδε φαύλως αὔτʼ ἐγὼ μετέρχομαι,
 
ἀλλʼ ἱστορήσω Φοῖβον εἰσελθὼν δόμους,
 
εἴτʼ εἰμὶ θνητοῦ πατρὸς εἴτε Λοξίου.
 
ἔα· τίς οἴκων θυοδόκων ὑπερτελὴς
 
ἀντήλιον πρόσωπον ἐκφαίνει θεῶν; 1550
 
φεύγωμεν, ὦ τεκοῦσα, μὴ τὰ δαιμόνων
 
ὁρῶμεν — εἰ μὴ καιρός ἐσθʼ ἡμᾶς ὁρᾶν.
Ἀθήνα
μὴ φεύγετʼ· οὐ γὰρ πολεμίαν με φεύγετε,
 
ἀλλʼ ἔν τʼ Ἀθήναις κἀνθάδʼ οὖσαν εὐμενῆ.
 
ἐπώνυμος δὲ σῆς ἀφικόμην χθονὸς 1555
 
Παλλάς, δρόμῳ σπεύσασʼ Ἀπόλλωνος πάρα,
 
ὃς ἐς μὲν ὄψιν σφῷν μολεῖν οὐκ ἠξίου,
 
μὴ τῶν πάροιθε μέμψις ἐς μέσον μόλῃ,
 
ἡμᾶς δὲ πέμπει τοὺς λόγους ὑμῖν φράσαι·
 
ὡς ἥδε τίκτει σʼ ἐξ Ἀπόλλωνος πατρός, 1560
 
δίδωσι δʼ οἷς ἔδωκεν, οὐ φύσασί σε,
 
ἀλλʼ ὡς νομίζῃ ʼς οἶκον εὐγενέστατον.
 
ἐπεὶ δʼ ἀνεῴχθη πρᾶγμα μηνυθὲν τόδε,
 
θανεῖν σε δείσας μητρὸς ἐκ βουλευμάτων
 
καὶ τήνδε πρὸς σοῦ, μηχαναῖς ἐρρύσατο. 1565
 
ἔμελλε δʼ αὐτὰ διασιωπήσας ἄναξ
 
ἐν ταῖς Ἀθήναις γνωριεῖν ταύτην τε σήν,
 
σέ θʼ ὡς πέφυκας τῆσδε καὶ Φοίβου πατρός.
 
ἀλλʼ ὡς περαίνω πρᾶγμα, καὶ χρησμοὺς θεοῦ,
 
ἐφʼ οἷσιν ἔζευξʼ ἅρματʼ, εἰσακούσατον. 1570
 
λαβοῦσα τόνδε παῖδα Κεκροπίαν χθόνα
 
χώρει, Κρέουσα, κἀς θρόνους τυραννικοὺς
 
ἵδρυσον. ἐκ γὰρ τῶν Ἐρεχθέως γεγὼς
 
δίκαιος ἄρχειν τῆς γʼ ἐμῆς ὅδε χθονός,
 
ἔσται τʼ ἀνʼ Ἑλλάδʼ εὐκλεής. οἱ τοῦδε γὰρ 1575
 
παῖδες γενόμενοι τέσσαρες ῥίζης μιᾶς
 
ἐπώνυμοι γῆς κἀπιφυλίου χθονὸς
 
λαῶν ἔσονται, σκόπελον οἳ ναίουσʼ ἐμόν.
 
Γελέων μὲν ἔσται πρῶτος· εἶτα δεύτερος
 
 
Ὅπλητες Ἀργαδῆς τʼ, ἐμῆς τʼ ἀπʼ αἰγίδος 1580
 
ἔμφυλον ἕξουσʼ Αἰγικορῆς. οἱ τῶνδε δʼ αὖ
 
παῖδες γενόμενοι σὺν χρόνῳ πεπρωμένῳ
 
Κυκλάδας ἐποικήσουσι νησαίας πόλεις
 
χέρσους τε παράλους, ὃ σθένος τἠμῇ χθονὶ
 
δίδωσιν· ἀντίπορθμα δʼ ἠπείροιν δυοῖν 1585
 
πεδία κατοικήσουσιν, Ἀσιάδος τε γῆς
 
Εὐρωπίας τε· τοῦδε δʼ ὀνόματος χάριν
 
Ἴωνες ὀνομασθέντες ἕξουσιν κλέος.
 
Ξούθῳ δὲ καὶ σοὶ γίγνεται κοινὸν γένος,
 
Δῶρος μέν, ἔνθεν Δωρὶς ὑμνηθήσεται 1590
 
πόλις κατʼ αἶαν Πελοπίαν· ὁ δεύτερος
 
Ἀχαιός, ὃς γῆς παραλίας Ῥίου πέλας
 
τύραννος ἔσται, κἀπισημανθήσεται
 
κείνου κεκλῆσθαι λαὸς ὄνομʼ ἐπώνυμος.
 
καλῶς δʼ Ἀπόλλων πάντʼ ἔπραξε· πρῶτα μὲν 1595
 
ἄνοσον λοχεύει σʼ, ὥστε μὴ γνῶναι φίλους·
 
ἐπεὶ δʼ ἔτικτες τόνδε παῖδα κἀπέθου
 
ἐν σπαργάνοισιν, ἁρπάσαντʼ ἐς ἀγκάλας
 
Ἑρμῆν κελεύει δεῦρο πορθμεῦσαι βρέφος,
 
ἔθρεψέ τʼ οὐδʼ εἴασεν ἐκπνεῦσαι βίον. 1600
 
νῦν οὖν σιώπα, παῖς ὅδʼ ὡς πέφυκε σός,
 
ἵνʼ ἡ δόκησις Ξοῦθον ἡδέως ἔχῃ,
 
σύ τʼ αὖ τὰ σαυτῆς ἀγάθʼ ἔχουσʼ ἴῃς, γύναι.
 
καὶ χαίρετʼ· ἐκ γὰρ τῆσδʼ ἀναψυχῆς πόνων
 
εὐδαίμονʼ ὑμῖν πότμον ἐξαγγέλλομαι. 1605
Ἴων
ὦ Διὸς Παλλὰς μεγίστου θύγατερ, οὐκ ἀπιστίᾳ
 
σοὺς λόγους ἐδεξάμεσθα· πείθομαι δʼ εἶναι πατρὸς
 
Λοξίου καὶ τῆσδε. — καὶ πρὶν τοῦτο δʼ οὐκ ἄπιστον ἦν.
Κρέουσα
τἀμὰ νῦν ἄκουσον· αἰνῶ Φοῖβον οὐκ αἰνοῦσα πρίν,
 
οὕνεχʼ οὗ ποτʼ ἠμέλησε παιδὸς ἀποδίδωσί μοι. 1610
 
αἵδε δʼ εὐωποὶ πύλαι μοι καὶ θεοῦ χρηστήρια,
 
δυσμενῆ πάροιθεν ὄντα. νῦν δὲ καὶ ῥόπτρων χέρας
 
ἡδέως ἐκκρημνάμεσθα καὶ προσεννέπω πύλας.
Ἀθήνα
ᾔνεσʼ οὕνεκʼ εὐλογεῖς θεὸν μεταβαλοῦσʼ· ἀεὶ γὰρ οὖν
 
χρόνια μὲν τὰ τῶν θεῶν πως, ἐς τέλος δʼ οὐκ ἀσθενῆ. 1615
Κρέουσα
ὦ τέκνον, στείχωμεν οἴκους.
Ἀθήνα
στείχεθʼ, ἕψομαι δʼ ἐγώ.
Κρέουσα
ἀξία γʼ ἡμῶν ὁδουρός.
Ἀθήνα
καὶ φιλοῦσά γε πτόλιν.
Κρέουσα
ἐς θρόνους δʼ ἵζου παλαιούς.
Ἴων
ἄξιον τὸ κτῆμά μοι.
Χορός
ὦ Διὸς Λητοῦς τʼ Ἄπολλον, χαῖρʼ· ὅτῳ δʼ ἐλαύνεται
 
συμφοραῖς οἶκος, σέβοντα δαίμονας θαρσεῖν χρεών· 1620
 
ἐς τέλος γὰρ οἱ μὲν ἐσθλοὶ τυγχάνουσιν ἀξίων,
 
οἱ κακοὶ δʼ, ὥσπερ πεφύκασʼ, οὔποτʼ εὖ πράξειαν ἄν.
← Önceki 10 / 10

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi