Stasimon 4
[Episode]
χαῖρʼ, ὦ φίλη μοι μῆτερ, οὐ τεκοῦσά περ.
Προφῆτις
ἀλλʼ οὖν λεγώμεθʼ· ἡ φάτις δʼ οὔ μοι πικρά.
1325
Ἴων
ἤκουσας ὥς μʼ ἔκτεινεν ἥδε μηχαναῖς;
Προφῆτις
ἤκουσα· καὶ σὺ δʼ ὠμὸς ὢν ἁμαρτάνεις.
Ἴων
οὐ χρή με τοὺς κτείνοντας ἀνταπολλύναι;
Προφῆτις
προγονοῖς δάμαρτες δυσμενεῖς ἀεί ποτε.
Ἴων
ἡμεῖς δὲ μητρυιαῖς γε πάσχοντες κακῶς.
1330
Προφῆτις
μὴ ταῦτα· λείπων ἱερὰ καὶ στείχων πάτραν
Ἴων
τί δή με δρᾶσαι νουθετούμενον χρεών;
Προφῆτις
καθαρὸς Ἀθήνας ἔλθʼ ὑπʼ οἰωνῶν καλῶν.
Ἴων
καθαρὸς ἅπας τοι πολεμίους ὃς ἂν κτάνῃ.
Προφῆτις
μὴ σύ γε· παρʼ ἡμῶν δʼ ἔκλαβʼ οὓς ἔχω λόγους.
1335
Ἴων
λέγοις ἄν· εὔνους δʼ οὖσʼ ἐρεῖς ὅσʼ ἂν λέγῃς.
Προφῆτις
ὁρᾷς τόδʼ ἄγγος χερὸς ὑπʼ ἀγκάλαις ἐμαῖς;
Ἴων
ὁρῶ παλαιὰν ἀντίπηγʼ ἐν στέμμασιν.
Προφῆτις
ἐν τῇδέ σʼ ἔλαβον νεόγονον βρέφος ποτέ.
Ἴων
τί φῄς; ὁ μῦθος εἰσενήνεκται νέος.
1340
Προφῆτις
σιγῇ γὰρ εἶχον αὐτά· νῦν δὲ δείκνυμεν.
Ἴων
πῶς οὖν ἔκρυπτες τόδε λαβοῦσʼ ἡμᾶς πάλαι;
Προφῆτις
ὁ θεός σʼ ἐβούλετʼ ἐν δόμοις ἔχειν λάτριν.