Thesauros Edebiyat Tragedya Ἄλκηστις

Ἄλκηστις

Ἄλκηστις Euripides

Epeisodion 4

Ἄδμητος
ἀνδρῶν Φεραίων εὐμενὴς παρουσία,
 
νέκυν μὲν ἤδη πάντ’ ἔχοντα πρόσπολοι
 
φέρουσιν ἄρδην πρὸς τάφον τε καὶ πυράν·
 
ὑμεῖς δὲ τὴν θανοῦσαν, ὡς νομίζεται,
 
προσείπατ’ ἐξιοῦσαν ὑστάτην ὁδόν. 610
Χορός
καὶ μὴν ὁρῶ σὸν πατέρα γηραιῷ ποδὶ
 
στείχοντʼ, ὀπαδούς τ’ ἐν χεροῖν δάμαρτι σῇ
 
κόσμον φέροντας, νερτέρων ἀγάλματα.
Φέρης
ἥκω κακοῖσι σοῖσι συγκάμνων, τέκνον·
 
ἐσθλῆς γάρ, οὐδεὶς ἀντερεῖ, καὶ σώφρονος 615
 
γυναικὸς ἡμάρτηκας. ἀλλὰ ταῦτα μὲν
 
φέρειν ἀνάγκη καίπερ ὄντα δύσφορα.
 
δέχου δὲ κόσμον τόνδε, καὶ κατὰ χθονὸς
 
ἴτω. τὸ ταύτης σῶμα τιμᾶσθαι χρεών,
 
ἥτις γε τῆς σῆς προύθανε ψυχῆς, τέκνον, 620
 
καί μ’ οὐκ ἄπαιδ’ ἔθηκεν οὐδ’ εἴασε σοῦ
 
στερέντα γήρᾳ πενθίμῳ καταφθίνειν,
 
πάσαις δ’ ἔθηκεν εὐκλεέστερον βίον
 
γυναιξίν, ἔργον τλᾶσα γενναῖον τόδε.
 
ὦ τόνδε μὲν σώσασʼ, ἀναστήσασα δὲ 625
 
ἡμᾶς πίτνοντας, χαῖρε, κἀν Ἅιδου δόμοις
 
εὖ σοι γένοιτο. φημὶ τοιούτους γάμους
 
λύειν βροτοῖσιν, ἢ γαμεῖν οὐκ ἄξιον.
Ἄδμητος
οὔτ’ ἦλθες ἐς τόνδ’ ἐξ ἐμοῦ κληθεὶς τάφον,
 
οὔτ’ ἐν φίλοισι σὴν παρουσίαν λέγω. 630
 
κόσμον δὲ τὸν σὸν οὔποθ’ ἥδ’ ἐνδύσεται.
 
οὐ γάρ τι τῶν σῶν ἐνδεὴς ταφήσεται.
 
τότε ξυναλγεῖν χρῆν σ’ ὅτ’ ὠλλύμην ἐγώ.
 
σὺ δ’ ἐκποδὼν στὰς καὶ παρεὶς ἄλλῳ θανεῖν
 
νέῳ γέρων ὤν, τόνδ’ ἀποιμώξῃ νεκρόν; 635
 
οὐκ ἦσθ’ ἄρ’ ὀρθῶς τοῦδε σώματος πατήρ;
 
οὐδ’ ἡ τεκεῖν φάσκουσα καὶ κεκλημένη
 
μήτηρ μ’ ἔτικτε; δουλίου δ’ ἀφ’ αἵματος
 
μαστῷ γυναικὸς σῆς ὑπεβλήθην λάθρᾳ;
 
ἔδειξας εἰς ἔλεγχον ἐξελθὼν ὃς εἶ, 640
 
καί μ’ οὐ νομίζω παῖδα σὸν πεφυκέναι.
 
ἦ τἄρα πάντων διαπρέπεις ἀψυχίᾳ,
 
ὃς τηλικόσδ’ ὢν κἀπὶ τέρμ’ ἥκων βίου
 
οὐκ ἠθέλησας οὐδ’ ἐτόλμησας θανεῖν
 
τοῦ σοῦ πρὸ παιδός, ἀλλὰ τήνδ’ εἰάσατε 645
 
γυναῖκ’ ὀθνείαν, ἣν ἐγὼ καὶ μητέρα
 
πατέρα τέ γ’ ἐνδίκως ἂν ἡγοίμην μόνην.
 
καίτοι καλόν γ’ ἂν τόνδ’ ἀγῶν’ ἠγωνίσω,
 
τοῦ σοῦ πρὸ παιδὸς κατθανών, βραχὺς δέ σοι
 
πάντως ὁ λοιπὸς ἦν βιώσιμος χρόνος. 650
 
κἀγώ τ’ ἂν ἔζων χἥδε τὸν λοιπὸν χρόνον,
 
κοὐκ ἂν μονωθεὶς ἔστενον κακοῖς ἐμοῖς.
 
καὶ μὴν ὅσ’ ἄνδρα χρὴ παθεῖν εὐδαίμονα
 
πέπονθας· ἥβησας μὲν ἐν τυραννίδι,
 
παῖς δ’ ἦν ἐγώ σοι τῶνδε διάδοχος δόμων, 655
 
ὥστ’ οὐκ ἄτεκνος κατθανὼν ἄλλοις δόμον
 
λείψειν ἔμελλες ὀρφανὸν διαρπάσαι.
 
οὐ μὴν ἐρεῖς γέ μ’ ὡς ἀτιμάζοντα σὸν
 
γῆρας θανεῖν προύδωκας, ὅστις αἰδόφρων
 
πρὸς σ’ ἦ μάλιστα· κἀντὶ τῶνδέ μοι χάριν 660
 
τοιάνδε καὶ σὺ χἡ τεκοῦσ’ ἠλλαξάτην.
 
τοιγὰρ φυτεύων παῖδας οὐκέτ’ ἂν φθάνοις,
 
οἳ γηροβοσκήσουσι καὶ θανόντα σε
 
περιστελοῦσι καὶ προθήσονται νεκρόν.
 
οὐ γάρ σ’ ἔγωγε τῇδ’ ἐμῇ θάψω χερί· 665
 
τέθνηκα γὰρ δὴ τοὐπὶ σέ· εἰ δ’ ἄλλου τυχὼν
 
σωτῆρος αὐγὰς εἰσορῶ, κείνου λέγω
 
καὶ παῖδά μ’ εἶναι καὶ φίλον γηροτρόφον.
 
μάτην ἄρ’ οἱ γέροντες εὔχονται θανεῖν,
 
γῆρας ψέγοντες καὶ μακρὸν χρόνον βίου· 670
 
ἢν δ’ ἐγγὺς ἔλθῃ θάνατος, οὐδεὶς βούλεται
 
θνῄσκειν, τὸ γῆρας δ’ οὐκέτ’ ἔστ’ αὐτοῖς βαρύ.
Χορός
παύσασθʼ· ἅλις γὰρ ἡ παροῦσα συμφορά·
 
ὦ παῖ, πατρὸς δὲ μὴ παροξύνῃς φρένας.
Φέρης
ὦ παῖ, τίν’ αὐχεῖς, πότερα Λυδὸν ἢ Φρύγα 675
 
κακοῖς ἐλαύνειν ἀργυρώνητον σέθεν;
 
οὐκ οἶσθα Θεσσαλόν με κἀπὸ Θεσσαλοῦ
 
πατρὸς γεγῶτα γνησίως ἐλεύθερον;
 
ἄγαν ὑβρίζεις, καὶ νεανίας λόγους
 
ῥίπτων ἐς ἡμᾶς οὐ βαλὼν οὕτως ἄπει. 680
 
ἐγὼ δέ σ’ οἴκων δεσπότην ἐγεινάμην
 
κἄθρεψʼ, ὀφείλω δ’ οὐχ ὑπερθνῄσκειν σέθεν·
 
οὐ γὰρ πατρῷον τόνδ’ ἐδεξάμην νόμον,
 
παίδων προθνῄσκειν πατέρας, οὐδ’ Ἑλληνικόν.
 
σαυτῷ γὰρ εἴτε δυστυχὴς εἴτ’ εὐτυχὴς 685
 
ἔφυς· ἃ δ’ ἡμῶν χρῆν σε τυγχάνειν, ἔχεις.
 
πολλῶν μὲν ἄρχεις, πολυπλέθρους δέ σοι γύας
 
λείψω· πατρὸς γὰρ ταὔτ’ ἐδεξάμην πάρα.
 
τί δῆτά σ’ ἠδίκηκα; τοῦ σ’ ἀποστερῶ;
 
μὴ θνῇσχ’ ὑπὲρ τοῦδ’ ἀνδρός, οὐδ’ ἐγὼ πρὸ σοῦ. 690
 
χαίρεις ὁρῶν φῶς· πατέρα δ’ οὐ χαίρειν δοκεῖς;
 
ἦ μὴν πολύν γε τὸν κάτω λογίζομαι
 
χρόνον, τὸ δὲ ζῆν μικρόν, ἀλλ’ ὅμως γλυκύ.
 
σὺ γοῦν ἀναιδῶς διεμάχου τὸ μὴ θανεῖν,
 
καὶ ζῇς παρελθὼν τὴν πεπρωμένην τύχην, 695
 
ταύτην κατακτάς· εἶτ’ ἐμὴν ἀψυχίαν
 
λέγεις, γυναικός, ὦ κάκισθʼ, ἡσσημένος,
 
ἣ τοῦ καλοῦ σοῦ προύθανεν νεανίου;
 
σοφῶς δ’ ἐφηῦρες ὥστε μὴ θανεῖν ποτε,
 
εἰ τὴν παροῦσαν κατθανεῖν πείσεις ἀεὶ 700
 
γυναῖχ’ ὑπὲρ σοῦ· κᾆτ’ ὀνειδίζεις φίλοις
 
τοῖς μὴ θέλουσι δρᾶν τάδʼ, αὐτὸς ὢν κακός;
 
σίγα· νόμιζε δʼ, εἰ σὺ τὴν σαυτοῦ φιλεῖς
 
ψυχήν, φιλεῖν ἅπαντας· εἰ δ’ ἡμᾶς κακῶς
 
ἐρεῖς, ἀκούσῃ πολλὰ κοὐ ψευδῆ κακά. 705
Χορός
πλείω λέλεκται νῦν τε καὶ τὰ πρὶν κακά·
 
παῦσαι δέ, πρέσβυ, παῖδα σὸν κακορροθῶν.
Ἄδμητος
λέγʼ, ὡς ἐμοῦ λέξαντος· εἰ δ’ ἀλγεῖς κλύων
 
τἀληθές, οὐ χρῆν σ’ εἰς ἔμ’ ἐξαμαρτάνειν.
Φέρης
σοῦ δ’ ἂν προθνῄσκων μᾶλλον ἐξημάρτανον. 710
Ἄδμητος
ταὐτὸν γὰρ ἡβῶντ’ ἄνδρα καὶ πρέσβυν θανεῖν;
Φέρης
ψυχῇ μιᾷ ζῆν, οὐ δυοῖν, ὀφείλομεν.
Ἄδμητος
καὶ μὴν Διός γε μείζονα ζῴης χρόνον.
Φέρης
ἀρᾷ γονεῦσιν οὐδὲν ἔκδικον παθών;
Ἄδμητος
μακροῦ βίου γὰρ ᾐσθόμην ἐρῶντά σε. 715
Φέρης
ἀλλ’ οὐ σὺ νεκρὸν ἀντὶ σοῦ τόνδ’ ἐκφέρεις;
Ἄδμητος
σημεῖα τῆς σῆς, ὦ κάκιστʼ, ἀψυχίας.
Φέρης
οὔτοι πρὸς ἡμῶν γ’ ὤλετʼ· οὐκ ἐρεῖς τόδε.
Ἄδμητος
φεῦ· εἴθ’ ἀνδρὸς ἔλθοις τοῦδέ γ’ ἐς χρείαν ποτέ.
Φέρης
μνήστευε πολλάς, ὡς θάνωσι πλείονες. 720
Ἄδμητος
σοὶ τοῦτ’ ὄνειδος· οὐ γὰρ ἤθελες θανεῖν.
Φέρης
φίλον τὸ φέγγος τοῦτο τοῦ θεοῦ, φίλον.
Ἄδμητος
κακὸν τὸ λῆμα κοὐκ ἐν ἀνδράσιν τὸ σόν.
Φέρης
οὐκ ἐγγελᾷς γέροντα βαστάζων νεκρόν.
Ἄδμητος
θανῇ γε μέντοι δυσκλεής, ὅταν θάνῃς. 725
Φέρης
κακῶς ἀκούειν οὐ μέλει θανόντι μοι.
Ἄδμητος
φεῦ φεῦ· τὸ γῆρας ὡς ἀναιδείας πλέων.
Φέρης
ἥδ’ οὐκ ἀναιδής· τήνδ’ ἐφηῦρες ἄφρονα.
Ἄδμητος
ἄπελθε κἀμὲ τόνδ’ ἔα θάψαι νεκρόν.
Φέρης
ἄπειμι· θάψεις δ’ αὐτὸς ὢν αὐτῆς φονεύς, 730
 
δίκας δὲ δώσεις σοῖσι κηδεσταῖς ἔτι.
 
ἦ τἄρ’ Ἄκαστος οὐκέτ’ ἔστ’ ἐν ἀνδράσιν,
 
εἰ μή σ’ ἀδελφῆς αἷμα τιμωρήσεται.
Ἄδμητος
ἔρρων νυν, αὐτὸς χἡ ξυνοικήσασά σοι,
 
ἄπαιδε παιδὸς ὄντος, ὥσπερ ἄξιοι, 735
 
γηράσκετʼ· οὐ γὰρ τῷδ’ ἔτ’ ἐς ταὐτὸν στέγος
 
νεῖσθʼ· εἰ δ’ ἀπειπεῖν χρῆν με κηρύκων ὕπο
 
τὴν σὴν πατρῴαν ἑστίαν, ἀπεῖπον ἄν.
 
ἡμεῖς δέ—τοὐν ποσὶν γὰρ οἰστέον κακόν—
 
ὡς ἂν ἐν πυρᾷ θῶμεν νεκρόν. 740

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi