Thesauros Edebiyat Tragedya Ἄλκηστις

Ἄλκηστις

Ἄλκηστις Euripides

Stasimon 3

[Choral 1]
ὦ πολύξεινος καὶ ἐλεύθερος ἀνδρὸς ἀεί ποτ’ οἶκος,
Χορός
σέ τοι καὶ ὁ Πύθιος εὐλύρας Ἀπόλλων 570
 
ἠξίωσε ναίειν,
 
ἔτλα δὲ σοῖσι μηλονόμας
 
ἐν δόμοις γενέσθαι,
 
δοχμιᾶν διὰ κλιτύων 575
 
βοσκήμασι σοῖσι συρίζων
 
ποιμνίτας ὑμεναίους.
 
σὺν δ’ ἐποιμαίνοντο χαρᾷ μελέων βαλιαί τε λύγκες,
 
ἔβα δὲ λιποῦσ’ Ὄθρυος νάπαν λεόντων 580
 
ἁ δαφοινὸς ἴλα·
 
χόρευσε δ’ ἀμφὶ σὰν κιθάραν,
 
Φοῖβε, ποικιλόθριξ
 
νεβρὸς ὑψικόμων πέραν 585
 
βαίνουσ’ ἐλατᾶν σφυρῷ κούφῳ,
 
χαίρουσ’ εὔφρονι μολπᾷ.
[Choral 2]
τοιγὰρ πολυμηλοτάταν
Χορός
ἑστίαν οἰκεῖς παρὰ καλλίναον
 
Βοιβίαν λίμναν. ἀρότοις δὲ γυᾶν 590
 
καὶ πεδίων δαπέδοις ὅρον ἀμφὶ μὲν
 
ἀελίου κνεφαίαν
 
ἱππόστασιν αἰθέρα τὰν Μολοσσῶν τίθεται,
 
πόντιον δ’ Αἰγαίων’ ἐπ’ ἀκτὰν 595
 
ἀλίμενον Πηλίου κρατύνει.
 
καὶ νῦν δόμον ἀμπετάσας
 
δέξατο ξεῖνον νοτερῷ βλεφάρῳ,
 
τᾶς φίλας κλαίων ἀλόχου νέκυν ἐν
 
δώμασιν ἀρτιθανῆ· τὸ γὰρ εὐγενὲς 600
 
ἐκφέρεται πρὸς αἰδῶ.
 
ἐν τοῖς ἀγαθοῖσι δὲ πάντ’ ἔνεστιν σοφίας. ἄγαμαι·
 
πρὸς δ’ ἐμᾷ ψυχᾷ θάρσος ἧσται
 
θεοσεβῆ φῶτα κεδνὰ πράξειν. 605

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi