Thesauros Edebiyat Tragedya Ἄλκηστις

Ἄλκηστις

Ἄλκηστις Euripides

Epeisodion 3

Ἡρακλῆς
ξένοι, Φεραίας τῆσδε κωμῆται χθονός,
 
Ἄδμητον ἐν δόμοισιν ἆρα κιγχάνω;
Χορός
ἔστ’ ἐν δόμοισι παῖς Φέρητος, Ἡράκλεις.
 
ἀλλ’ εἰπὲ χρεία τίς σε Θεσσαλῶν χθόνα
 
πέμπει, Φεραῖον ἄστυ προσβῆναι τόδε. 480
Ἡρακλῆς
Τιρυνθίῳ πράσσω τιν’ Εὐρυσθεῖ πόνον.
Χορός
καὶ ποῖ πορεύῃ; τῷ προσέζευξαι πλάνῳ;
Ἡρακλῆς
Θρῃκὸς τέτρωρον ἅρμα Διομήδους μέτα.
Χορός
πῶς οὖν δυνήσῃ; μῶν ἄπειρος εἶ ξένου;
Ἡρακλῆς
ἄπειρος· οὔπω Βιστόνων ἦλθον χθόνα. 485
Χορός
οὐκ ἔστιν ἵππων δεσπόσαι σ’ ἄνευ μάχης.
Ἡρακλῆς
ἀλλ’ οὐδ’ ἀπειπεῖν μὴν πόνους οἷόν τ’ ἐμοί.
Χορός
κτανὼν ἄρ’ ἥξεις ἢ θανὼν αὐτοῦ μενεῖς.
Ἡρακλῆς
οὐ τόνδ’ ἀγῶνα πρῶτον ἂν δράμοιμ’ ἐγώ.
Χορός
τί δ’ ἂν κρατήσας δεσπότην πλέον λάβοις; 490
Ἡρακλῆς
πώλους ἀπάξω κοιράνῳ Τιρυνθίῳ.
Χορός
οὐκ εὐμαρὲς χαλινὸν ἐμβαλεῖν γνάθοις.
Ἡρακλῆς
εἰ μή γε πῦρ πνέουσι μυκτήρων ἄπο.
Χορός
ἀλλ’ ἄνδρας ἀρταμοῦσι λαιψηραῖς γνάθοις.
Ἡρακλῆς
θηρῶν ὀρείων χόρτον, οὐχ ἵππων, λέγεις. 495
Χορός
φάτνας ἴδοις ἂν αἵμασιν πεφυρμένας.
Ἡρακλῆς
τίνος δ’ ὁ θρέψας παῖς πατρὸς κομπάζεται;
Χορός
Ἄρεος, ζαχρύσου Θρῃκίας πέλτης ἄναξ.
Ἡρακλῆς
καὶ τόνδε τοὐμοῦ δαίμονος πόνον λέγεις·
 
σκληρὸς γὰρ αἰεὶ καὶ πρὸς αἶπος ἔρχεται· 500
 
εἰ χρή με παισὶν οἷς Ἄρης ἐγείνατο
 
μάχην συνάψαι, πρῶτα μὲν Λυκάονι,
 
αὖθις δὲ Κύκνῳ, τόνδε δ’ ἔρχομαι τρίτον
 
ἀγῶνα πώλοις δεσπότῃ τε συμβαλῶν.
 
ἀλλ’ οὔτις ἔστιν ὃς τὸν Ἀλκμήνης γόνον 505
 
τρέσαντα χεῖρα πολεμίαν ποτ’ ὄψεται.
Χορός
καὶ μὴν ὅδ’ αὐτὸς τῆσδε κοίρανος χθονὸς
 
Ἄδμητος ἔξω δωμάτων πορεύεται.
Ἄδμητος
χαῖρʼ, ὦ Διὸς παῖ Περσέως τ’ ἀφ’ αἵματος.
Ἡρακλῆς
Ἄδμητε, καὶ σὺ χαῖρε, Θεσσαλῶν ἄναξ. 510
Ἄδμητος
θέλοιμ’ ἄν· εὔνουν δ’ ὄντα σ’ ἐξεπίσταμαι.
Ἡρακλῆς
τί χρῆμα κουρᾷ τῇδε πενθίμῳ πρέπεις;
Ἄδμητος
θάπτειν τιν’ ἐν τῇδ’ ἡμέρᾳ μέλλω νεκρόν.
Ἡρακλῆς
ἀπ’ οὖν τέκνων σῶν πημονὴν εἴργοι θεός.
Ἄδμητος
ζῶσιν κατ’ οἴκους παῖδες οὓς ἔφυσ’ ἐγώ. 515
Ἡρακλῆς
πατήρ γε μὴν ὡραῖος, εἴπερ οἴχεται.
Ἄδμητος
κἀκεῖνος ἔστι χἡ τεκοῦσά μʼ, Ἡράκλεις.
Ἡρακλῆς
οὐ μὴν γυνή γ’ ὄλωλεν Ἄλκηστις σέθεν;
Ἄδμητος
διπλοῦς ἐπ’ αὐτῇ μῦθος ἔστι μοι λέγειν.
Ἡρακλῆς
πότερα θανούσης εἶπας ἢ ζώσης ἔτι; 520
Ἄδμητος
ἔστιν τε κοὐκέτ’ ἔστιν, ἀλγύνει δ’ ἐμέ.
Ἡρακλῆς
οὐδέν τι μᾶλλον οἶδʼ· ἄσημα γὰρ λέγεις.
Ἄδμητος
οὐκ οἶσθα μοίρας ἧς τυχεῖν αὐτὴν χρεών;
Ἡρακλῆς
οἶδʼ, ἀντὶ σοῦ γε κατθανεῖν ὑφειμένην.
Ἄδμητος
πῶς οὖν ἔτ’ ἔστιν, εἴπερ ᾔνεσεν τάδε; 525
Ἡρακλῆς
ἆ, μὴ πρόκλαι’ ἄκοιτιν, ἐς τότ’ ἀμβαλοῦ.
Ἄδμητος
τέθνηχ’ ὁ μέλλων, κοὐκέτ’ ἔσθ’ ὁ κατθανών.
Ἡρακλῆς
χωρὶς τό τ’ εἶναι καὶ τὸ μὴ νομίζεται.
Ἄδμητος
σὺ τῇδε κρίνεις, Ἡράκλεις, κείνῃ δ’ ἐγώ.
Ἡρακλῆς
τί δῆτα κλαίεις; τίς φίλων ὁ κατθανών; 530
Ἄδμητος
γυνή· γυναικὸς ἀρτίως μεμνήμεθα.
Ἡρακλῆς
ὀθνεῖος ἢ σοὶ συγγενὴς γεγῶσά τις;
Ἄδμητος
ὀθνεῖος, ἄλλως δ’ ἦν ἀναγκαία δόμοις.
Ἡρακλῆς
πῶς οὖν ἐν οἴκοις σοῖσιν ὤλεσεν βίον;
Ἄδμητος
πατρὸς θανόντος ἐνθάδ’ ὠρφανεύετο. 535
Ἡρακλῆς
φεῦ.
 
εἴθ’ ηὕρομέν σʼ, Ἄδμητε, μὴ λυπούμενον.
Ἄδμητος
ὡς δὴ τί δράσων τόνδ’ ὑπορράπτεις λόγον;
Ἡρακλῆς
ξένων πρὸς ἄλλων ἑστίαν πορεύσομαι.
Ἄδμητος
οὐκ ἔστιν, ὦναξ· μὴ τοσόνδ’ ἔλθοι κακόν.
Ἡρακλῆς
λυπουμένοις ὀχληρός, εἰ μόλοι, ξένος. 540
Ἄδμητος
τεθνᾶσιν οἱ θανόντες· ἀλλ’ ἴθ’ ἐς δόμους.
Ἡρακλῆς
αἰσχρὸν παρὰ κλαίουσι θοινᾶσθαι ξένους.
Ἄδμητος
χωρὶς ξενῶνές εἰσιν οἷ σ’ ἐσάξομεν.
Ἡρακλῆς
μέθες με, καί σοι μυρίαν ἕξω χάριν.
Ἄδμητος
οὐκ ἔστιν ἄλλου σ’ ἀνδρὸς ἑστίαν μολεῖν. 545
 
ἡγοῦ σὺ τῷδε δωμάτων ἐξωπίους
 
ξενῶνας οἴξας, τοῖς τ’ ἐφεστῶσιν φράσον
 
σίτων παρεῖναι πλῆθος· εὖ δὲ κλῄσατε
 
θύρας μεσαύλους· οὐ πρέπει θοινωμένους
 
κλύειν στεναγμῶν οὐδὲ λυπεῖσθαι ξένους. 550
Χορός
τί δρᾷς; τοιαύτης συμφορᾶς προκειμένης,
 
Ἄδμητε, τολμᾷς ξενοδοκεῖν; τί μῶρος εἶ;
Ἄδμητος
ἀλλ’ εἰ δόμων σφε καὶ πόλεως ἀπήλασα
 
ξένον μολόντα, μᾶλλον ἄν μ’ ἐπῄνεσας;
 
οὐ δῆτʼ, ἐπεί μοι συμφορὰ μὲν οὐδὲν ἂν 555
 
μείων ἐγίγνετʼ, ἀξενώτερος δ’ ἐγώ.
 
καὶ πρὸς κακοῖσιν ἄλλο τοῦτ’ ἂν ἦν κακόν,
 
δόμους καλεῖσθαι τοὺς ἐμοὺς ἐχθροξένους.
 
αὐτὸς δ’ ἀρίστου τοῦδε τυγχάνω ξένου,
 
ὅταν ποτ’ Ἄργους διψίαν ἔλθω χθόνα. 560
Χορός
πῶς οὖν ἔκρυπτες τὸν παρόντα δαίμονα,
 
φίλου μολόντος ἀνδρός, ὡς αὐτὸς λέγεις;
Ἄδμητος
οὐκ ἄν ποτ’ ἠθέλησεν εἰσελθεῖν δόμους,
 
εἰ τῶν ἐμῶν τι πημάτων ἐγνώρισε.
 
καὶ τῷ μέν, οἶμαι, δρῶν τάδ’ οὐ φρονεῖν δοκῶ, 565
 
οὐδ’ αἰνέσει με· τἀμὰ δ’ οὐκ ἐπίσταται
 
μέλαθρ’ ἀπωθεῖν οὐδ’ ἀτιμάζειν ξένους.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi