Thesauros Edebiyat Tragedya Ἄλκηστις

Ἄλκηστις

Ἄλκηστις Euripides

Parodos

[Episode]
λαβὼν ἴθʼ· οὐ γὰρ οἶδ’ ἂν εἰ πείσαιμί σε.
Θάνατος
κτείνειν γ’ ὃν ἂν χρῇ; τοῦτο γὰρ τετάγμεθα.
Ἀπόλλων
οὔκ, ἀλλὰ τοῖς μέλλουσι θάνατον ἐμβαλεῖν. 50
Θάνατος
ἔχω λόγον δὴ καὶ προθυμίαν σέθεν.
Ἀπόλλων
ἔστ’ οὖν ὅπως Ἄλκηστις ἐς γῆρας μόλοι;
Θάνατος
οὐκ ἔστι· τιμαῖς κἀμὲ τέρπεσθαι δόκει.
Ἀπόλλων
οὔτοι πλέον γ’ ἂν ἢ μίαν ψυχὴν λάβοις.
Θάνατος
νέων φθινόντων μεῖζον ἄρνυμαι γέρας. 55
Ἀπόλλων
κἂν γραῦς ὄληται, πλουσίως ταφήσεται.
Θάνατος
πρὸς τῶν ἐχόντων, Φοῖβε, τὸν νόμον τίθης.
Ἀπόλλων
πῶς εἶπας; ἀλλ’ ἦ καὶ σοφὸς λέληθας ὤν;
Θάνατος
ὠνοῖντ’ ἂν οἷς πάρεστι γηραιοὺς θανεῖν.
Ἀπόλλων
οὔκουν δοκεῖ σοι τήνδε μοι δοῦναι χάριν; 60
Θάνατος
οὐ δῆτʼ· ἐπίστασαι δὲ τοὺς ἐμοὺς τρόπους.
Ἀπόλλων
ἐχθρούς γε θνητοῖς καὶ θεοῖς στυγουμένους.
Θάνατος
οὐκ ἂν δύναιο πάντ’ ἔχειν ἃ μή σε δεῖ.
Ἀπόλλων
ἦ μὴν σὺ παύσῃ καίπερ ὠμὸς ὢν ἄγαν·
 
τοῖος Φέρητος εἶσι πρὸς δόμους ἀνήρ, 65
 
Εὐρυσθέως πέμψαντος ἵππειον μέτα
 
ὄχημα Θρῄκης ἐκ τόπων δυσχειμέρων,
← Önceki Parodos · 2 / 6 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi