33
Καὶ τίς οὕτω παλαιὰν ἑταιρείαν οἶδε τιμᾷν, καὶ ἀρετὴν αἰδεῖσθαι, καὶ κάμνουσι συναλγεῖν, ὡς αὐτὸς σύ; ἐπεὶ οὖν τὸν θεοφιλέστατον ἀδελφὸν ἡμῶν Γρηγόριον τὸν ἐπίσκοπον κατέλαβε πράγματα, οὔτε ἄλλως φορητὰ καὶ μάλιστα τῷ ἤθει αὐτοῦ ὑπεναντία, ἔδοξεν ἡμῖν κράτιστον εἶναι ἐπὶ τὴν σὴν καταφυγεῖν προστασίαν καὶ παρὰ σοῦ τινὰ πειραθῆναιπειραθῆναιom. A, B, C, D, E. εὑρέσθαι λύσιν τῶν συμφορῶν.συμφορῶν A, B, C, D, F; λυπηρῶν edd. συμφορὰ γάρ ἐστιν ἀφόρητος πράγματα ἀναγκάζεσθαι λέγειν τὸν μὴ πεφυκότα μηδὲ βουλόμενον, καὶ χρήματα ἀπαιτεῖσθαι τὸν πένητα, καὶ ἕλκεσθαι εἰς τὸ μέσον καὶ δημοκοπεῖσθαι τὸν πάλαι δι’ ἡσυχίας τὸν βίον παρελθεῖν κρίναντα. εἴτε οὖν τῷ Κόμητι τῶν θησαυρῶν διαλεχθῆναι χρήσιμον εἶναι κρίνεις εἴτε τισὶν ἑτέροις, τῆς σῆς ἂν εἴη συνέσεως.
Εὐσεβίῳ ἐπισκόπῳ ΣαμοσάτωνSic A, B. πρεσβύτερος ὢν διὰ τὴν Ταρσὸν ἐπιβουλευομένην (the writer being presbyter, on account of the plot against the see of Tarsus) add. C, D; Εὐσεβίῳ ἐπισκόπῳ πρεσβύτερος ἒν F; Εὐσεβίῳ ἐπισκόπῳ πρεσβῶν E.