32
Πάντως δὲ οὐδεὶς οὕτως ἀγνοεῖ τὸν ἄνδρα, ὥστε περὶ αὐτοῦ τι τῶν ἀπρεπῶν ὑπολαβεῖν, ὡς ἄρα τῶν χρημάτων περιεχόμενος σχηματίζεται τὰ τοιαῦτα. ἐγγύθεν γὰρ τῆς ἐλευθεριότητος αὐτοῦ ἡ ἀπόδειξις· ἡδέως ἐξίσταται τῶν λειψάνων τῆς οὐσίας αὐτοῦ τῷ ταμιείῳ· ὥστε ὑποδεχθῆναι μὲν αὐτοῦ τὴν οὐσίαν, τὸν δὲ συνήγορον τοῦ ταμιείου λέγοντα πρὸς τοὺς ἐπιφυομένους καὶ ἀπαιτεῖν τὰς ἀποδείξεις, διὰ τὸ ἡμέτερον πρὸς τὰ τοιαῦτα ἀνεπιτήδειον. ἔξεστι γὰρ μαθεῖν τῇ τελειότητί σου, ὅτι ἕως ἐξῆν, οὐδεὶς ἀπῆλθεν ἀποτυχὼν ὧν ἐβούλετο, ἀλλὰ τὸ ἐπιζητούμενον ἀπονητὶ ἕκαστος ἐκομίσατο, ὥστε καὶ μεταμέλειν τοῖς πολλοῖς διότι μὴ πλέον ᾔτησαν ἀπʼἐξ E, F. ἀρχῆς. ὃ καὶ μάλιστα πολλοὺς ἐποίησε τοὺς ἐπηρεαστάς· πρὸς γὰρ τὸ τῶν προλαβόντων ὑπόδειγμα ἀφορῶντες, ἄλλος ἄλλον διαδέχεται συκοφαντῶν.
32
Πρὸς οὖν ταῦτα πάντα τὴν σὴν σεμνότητασεμνοπρέπειαν E. παρακαλοῦμεν στῆναι, καὶ ὥσπερ τι ῥεῦμα ἐπισχεῖν καὶ διακόψαι τῶν κακῶν τὴν συνέχειαν. οἶδας δὲ ὅπως βοηθήσεις τῷ πράγματι, ὥστε μὴ ἀναμένεινἀναμεῖναι E. παρʼ ἡμῶν διδαχθῆναι τὸν τρόπον, οἳ δι’ ἀπειρίαν τῶν τοῦ βίου πραγμάτων, καὶ αὐτὸ τοῦτο ἀγνοοῦμεν, πῶς ἂν γένοιτο ἡμῖν τῆς ἀπαλλαγῆς τυχεῖν. καὶ σύμβουλος οὖν καὶ προστάτης αὐτὸς γενοῦ, τὸ εἶδος τῆς βοηθείας διὰ τῆς μεγάλης σεαυτοῦ φρονήσεως ἐξευρών.ἐξευρίσκων A, B, C, D.
ἈβουργίῳἈβουρίῳ solus Vaticanus.