30
Αἱ δὲ ἐκκλησίαι σχεδόν τι παραπλησίως τῷ σώματί μου διάκεινται· ἀγαθῆς μὲν ἐλπίδος οὐδεμιᾶς ὑποφαινομένης, ἀεὶ δὲ πρὸ τὸ χεῖρον τῶν πραγμάτων ὑποῤῥεόντων. τέως δὲ ἡ Νεοκαισάρεια καὶ ἡ Ἀγκύρα ἔδοξαν ἔχειν διαδόχους τῶν ἀπελθόντων, καὶ μέχρι τοῦ νῦν ἡσυχάζουσιν. ἀλλʼ οὐδὲοὐδὲν E, F. ἡμῖν οἱ ἐπιβουλεύοντες ποιῆσαί τι τοῦ θυμοῦ καὶ τῆς πικρίας ἄξιον μέχρι τοῦ παρόντος συνεχωρήθησαν. καὶ τούτου τὴν αἰτίαν ταῖς σαῖς ὑπὲρ τῶν ἐκκλησιῶν πρεσβείαις προδήλως ἡμεῖς ἀνατίθεμεν. ὥστε μὴ ἀποκάμῃς προσευχόμενος ὑπὲρ τῶν ἐκκλησιῶν καὶ δυσωπῶν τὸν Θεόν. τοὺς καταξιωθέντας ἐξυπηρετεῖσθαι τῇ ὁσιότητί σου πάμπολλα πρόσειπε.
Εὐσεβίῳ ἐπισκόπῳ ΣαμοσάτωνΕὐσεβωνᾶ ἐπισκόπῳ A, B, C, D, E, F.
31
Οὔπω ἡμᾶς ὁ λιμὸς ἀνῆκε, διόπερ ἀναγκαία ἡμῖν ἐστὶν ἡ ἐπὶπερὶE.τῆς πόλεως διαγωγή, ἢ οἰκονομίας ἕνεκεν, ἢ συμπαθείας τῶν θλιβομένων. ὅθεν οὐδὲ νῦν ἠδυνήθην κοινωνῆσαι τῆς ὁδοῦ τῷ αἰδεσιμωτάτῳ ἀδελφῷ Ὑπατίῳ, ὃν οὐκ αὐτὸ δὴ τοῦτο εὐφημίας ἕνεκεν ἀδελφὸν ἔχω προσαγορεύειν, ἀλλὰ διὰ τὴν προσοῦσανὑποῦσαν A, B, C, D. ἡμῖν ἐκ φύσεως οἰκειότητα· αἵματος γάρ ἐσμεν τοῦ αὐτοῦ.