Τῇ ἐκκλησίᾳ Ἀγκύρας παραμυθητική
29
Πολὺν ἡμῖν χρόνον σιωπὴν ἐνεποίησεν ἡ ἔκπληξις τῆς βαρυτάτης ἀγγελίας τοῦ συμβάντος κακοῦ. ἐπεὶ δὲ μικρόν πως τῆς ἀφασίας ἀνηνέγκαμεν, ἥν, ὡς οἱ βροντῇ μεγάλῃ τὰς ἀκοὰς καταπλαγέντες,ἐκπλαγέντες A, B, C, D. πεπόνθαμεν, ἀναγκαίως νῦν ἐπεστενάξαμεν τῷ συμβάντι, καὶ μεταξὺ ὀδυρόμενοι τὴν ἐπιστολὴν ὑμῖν ἐξεπέμψαμεν· οὐ παρακλήσεως ἕνεκεν (τίς γὰρ ἂν καὶ λόγος εὑρεθείη τοσαύτης συμφορᾶς ἰατρός;) ἀλλὰ τὴν ὀδύνην τῆς καρδίας ἡμῶν, καθʼ ὅσον δυνατόν, ἐκ τῆς φωνῆς ταύτης ὑμῖν διασημαίνοντες. νῦν ἐδεόμην τῶν Ἱερεμίου θρήνων, καὶ εἰ δή τις ἄλλος τῶν μακαρίων ἀνδρῶν συμφορᾶς μέγεθοςσυμφορὰς μεγίστας C, D. ἐμπαθῶς ἀπωδύρατο.