27
Ὅτε τῇ τοῦ Θεοῦ χάριτι καὶ τῇ βοηθείᾳ τῶν σῶν προσευχῶν μικρὸν ἀναφέρειν ἐκ τῆς ἀῤῥωστίας ἔδοξα καὶ ἀνελεξάμην ἐμαυτοῦ τὰς δυνάμεις, τότε ὁ χειμὼν ἐπεγένετο, οἴκοι καθείργων ἡμᾶς καὶ κατὰ χώραν μένειν συναναγκάζων. εἰ γὰρ καὶ πολλῷ κουφότερος τῆς συνηθείας ἀπήντησεν, ἀλλʼ οὖν ἔμοιγε ἱκανὸς εἰς ἐμπόδιον, οὐχ ὅπως ὁδοιπορεῖν δι’ αὐτοῦ,ἐμαυτοῦ A, B, C, D, E. ἀλλʼ οὐδὲ μικρὸν προκύπτειν τοῦ δωματίου δύνασθαι.
27
Ἔστι δέ μοι οὐδὲ τοῦτο μικρόν, τὸ καταξιοῦσθαι διὰ γραμμάτων ὁμιλεῖν τῇ θεοσεβείᾳ σου, καὶ τῇ ἐλπίδι τῶν ἀντιδόσεων ἤδη προαναπαύεσθαι. εἰ δὲ καὶ ὁ καιρὸς ἐνδοίη, καὶ τῆς ζωῆς ἡμῖν ἔτι λείποιτο χρόνος, καὶ μὴ ἄπορον ἡμῖν τὴν ὁδὸν ὁ λιμὸς ἀπεργάσαιτο, ταχὺ ἂν τύχοιμεν τῆς ἐπιθυμίας διὰ τῶν σῶν προσευχῶν· καὶ ἐπὶ τῆς ἑστίας σε καταλαβόντες κατὰ πᾶσαν σχολὴν τῶν μεγάλων θησαυρῶν τῆς ἐν σοὶ σοφίας ἐμφορηθείημεν.
Τῇ ἐκκλησίᾳ Νεοκαισαρείας παραμυθητική
28
Ἀπῄτει μὲν τὰ συμβάντα τὴν ἡμῶν αὐτῶν παρουσίαν, τοῦ τε τὴν τιμὴν τῷ μακαρίῳ τοῖς οἰκειοτάτοις ὑμῖν συνεκπληρῶσαι, καὶ τοῦ τῆς ἐπὶ τῷ πάθει κατηφείας ἀπʼἐπʼ E, F. αὐτῆς τῆς θέας τῶν σκυθρωποτέρων συμμετασχεῖν, καὶ ὥστε τῶν ἀναγκαίων βουλευμάτων ὑμῖν κοινωνῆσαι. ἐπεὶ δὲ τὴν σωματικὴν συνάφειαν πολλὰ τὰ διακωλύοντα, λειπόμενον ἦν διὰ τοῦ γράμματος κοινωνεῖν ὑμῖν τῶν παρόντων.