24
xΠλὴν ἀλλʼ ἐπειδὴ ὑμεῖς αὐτοί φατε, οἱ περὶ τοὺς λόγους ἐσπουδακότες, τὰ φαινόμενα τῶν ἀφανῶν εἶναι σημεῖα, τοῦτο ἀξιοῦμεν (καὶ μὴ βαρέως δέξῃ, εἴ τι ἐν διδασκαλίας εἴδει λεχθήσεται παρʼ ἡμῶν· τὰ γὰρ ἀσθενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ Θεός, καὶ δι’ αὐτῶν πολλάκις οἰκονομεῖ τὴν σωτηρίαν τῶν σωζομένων)· ὅ γε μὴν λέγω καὶ παραγγέλλω ἐκεῖνό ἐστι· πάντα μὲν λόγον, πᾶσαν δὲ πρᾶξιν καθήκουσαν περιεσκεμμένως ἐπιτελεῖσθαι· καὶ κατὰ τὸ ἀποστολικὸν παράγγελμα, μηδεμίαν ἐν μηδενὶ διδόναι προσκοπήν. πρέπον γὰρ εἶναι τίθεμαι, ἀνδρὸς πολλὰ μὲν ἐπὶ μαθήσειμαθήμασι E. λόγων ἱδρώσαντος, ἐθνῶν δὲ καὶ πόλεων ἀρχὰς διευθύναντος, καὶ πρὸς μεγάλην προγόνων ἀρετὴν τὸν ζῆλον ἔχοντος,σχόντος E. τὸν βίον προκεῖσθαι εἰς ὑπόδειγμα ἀρετῆς.
24
Τὴν μέντοι περὶ τὰ τέκνα διάθεσιν οὐχὶ λόγῳ νῦν ὀφείλεις δεικνύναι, ὅς γεὅς γε ὥστε C, D. πάλαι ἔδειξας ἀφʼ οὗ πατὴρ ἐγένου, οὐ μόνον τῇ φυσικῇ στοργῇ κεχρημένος, ἣν καὶ τὰ ἄλογα παρέχεται τοῖς ἐκγόνοις, ὡς αὐτός τε εἶπαςεἶπες E. καὶ ἡ πεῖρα δείκνυσιν· ἀλλὰ καὶ ἐπιτείνειν τὴν ἀγάπην, δηλονότι ἐκ προαιρέσεως, ὅσῳ ὁρᾷς τοιαῦτα ὄντα οἷα ἄξια εἶναι πατρικῶν προσευχῶν. ὥστε οὐχ ἡμᾶς δεῖ περὶ τούτων πείθεσθαι, ἀρκοῦσα γὰρ ἡ ἐξ αὐτῶν τῶν γινομένων ἐστὶ μαρτυρία.