366
Χάρις ἐστὶν Θεοῦ ἐγκράτεια. Ἰησοῦς ἐγκράτεια ἐφάνη, καὶ γῇ καὶ θαλάσσῃ κοῦφος γενόμενος. οὔτε γὰρ γῆ ἐβάστασεν αὐτόν, οὔτε πελάγη, ἀλλʼ ὥσπερ ἐπάτησεν θάλασσαν, οὕτως οὐκ ἐβάρησεν τὴν γῆν. εἰ γὰρ ἐκ τοῦ φθείρεσθαι τὸ ἀποθανεῖν, ἐκ δὲ τοῦ φθορὰν μὴ ἔχειν τὸ μὴ ἀποθανεῖν, θεότητα ὁ Ἰησοῦς εἰργάζετο, οὐ θνητότητα. ἤσθιεν καὶ ἔπινεν ἰδίως, οὐκ ἀποδιδοὺς τὰ βρώματα· τοσαύτη ἐν αὐτῷ ἡ ἐγκράτεια δύναμις ἦν, ὥστε μὴ φθαρῆναι τὴν τροφὴν ἐν αὐτῷ, ἐπεὶ τὸ φθείρεσθαι αὐτὸς οὐκ εἶχεν.
366
Ὀλίγον τι ἐν ἡμῖν ἐὰν ᾖ ἐγκράτεια, ἀνώτεροι ἁπάντων ἐσμέν. καὶ γὰρ ἀγγέλους ἠκούσαμεν ἀκρατεῖς γεγονέναι κατασπασθέντας οὐρανοῦ δι’ ἐπιθυμίαν. ἑάλωσαν γάρ, οὐχὶ κατέβησαν· τί γὰρ ἔπραττεν ἐκεῖ αὕτη ἡ νόσος, εἰ μή τις ἐκεῖ τοιοῦτος ὀφθαλμὸς ἦν; διὰ τοῦτο ἔφην· Ὀλίγον ἐγκράτειαν ἐὰν ἔχωμεν, καὶ τοῦ βίου μὴ ἐρασθῶμεν ἀλλʼ αἰώνων τῶν ἀνωτέρων, ἐκεῖ εὑρεθησόμεθα ὅπου ἀναπέμπομεν τὸν νοῦν· δοκεῖ γὰρ ὀφθαλμὸν εἶναι τοῦτον, τὸν τὰ ἀφανῆ ἰδεῖν δυνάμενον. καὶ γὰρ λέγεται· Νοῦς ὁρᾷ, καὶ νοῦς ἀκούει. ταῦτά σοι ὀλίγα δοκοῦντα, πολλὰ γέγραφα, ὅτι ἑκάστη λέξις νοῦς ἐστιν· καὶ οἶδα ὅτι ἀναγνοὺς αἰσθήσῃ.
Βασιλείῳ τῷ μεγαλῷ
367
Ὁ παρʼ ὑμῖν μῖμος, παρʼ ἡμῖν δὲ εὐλαβής, ᾔτησέ με γραφὴν πρὸς ὑμᾶς λαμπρῶς ἀκουσθῆναι.
Γρηγορίῳ Βασίλειος ὁ μέγας
368
Ὁ παρʼ ἡμῖν μῖμος, παρʼ ὑμῖν δὲ εὐλαβής, ἐλθὼν πρὸς ἡμᾶς ἐν εὐκταίᾳ καὶ λαμπρᾷ ἡμέρᾳ ἀπελύθη ὡς ἀληθῶς θεοπρεπῶς.