362
Ταύτῃ γέ τοι καὶ ἓν εἶναι γένος ὑπερκείμενον, ἢ μίαν ὕλην ὑποκειμένην, ἐπὶ Πατρὸς καὶ Υἱοῦ, περιαιρεθήσεται τῶν ὑπονοιῶν, ὅταν τὴν γεναρχικὴν παραλάβωμεν ἰδιότητα τῆς ἀνωτάτω ἀρχῆς, καὶ τὰ ἐκ τῶν γεναρχῶν γένη, πρὸς τὸ ἐκ τῆς μιᾶς ἀρχῆς μονογενὲς γέννημα· μετρίως γὰρ τὰ τοιαῦτα εἰς ὁμοίωσιν ἔρχεται. καθὸ μηδὲ τοῦ Ἀδάμ, ὡς θεοπλάστου, καὶ ἡμῶν, ὡς ἀνθρωπογεννήτων, ἓν ὑπέρκειται γένος, ἀλλʼ αὐτὸς ἀνθρώπων ἀρχή· μήτε ὕλη κοινὴ αὐτοῦ τε καὶ ἡμῶν, ἀλλʼ αὐτὸς ἡ πάντων ἀνθρώπων ὑπόθεσις. μήτε μὴν τοῦ Δαβίδ, καὶ τοῦ γένους τοῦ ἐκ Δαβίδ, προεπινοεῖται, καθὸ Δαβίδ, ἐπείπερ ἡ τοῦ Δαβὶδ ἰδιότης ἀπὸ τοῦ Δαβὶς ἄρχεται, καὶ ἡ ὑπόθεσις τῶν ἐξ αὐτοῦ πάντων αὐτός· ἀλλʼ ἐπειδὴ ταῦτα ἀπολείπεται, καθό εἰσιν ἕτεραι κοινότητες ἀνθρώπων ἁπάντων πρὸς ἀλλήλους, οἷαι ἂν ἀδελφῶν, ἐπὶ δὲ Πατρὸς καὶ Υἱοῦ τοιοῦτον οὐκ ἔστιν, ἀλλὰ τὸ ὅλον Πατὴρ ἀρχή, καὶ Υἱὸς ἐκ τῆς ἀρχῆς.