351
Πολλοὶ περιτυχόντες ἡμῖν τῶν αὐτόθιαὐτόθεν Regius sec., Coisl. sec. ἐθαύμασάν σου τὴν ἐν τοῖς λόγοις ἀρετήν. ἔλεγον γὰρ ἐπίδειξίν τινα γεγενῆσθαι λαμπρὰν ἄγαν, καὶ ἀγὼν ἦν, ὡς ἔφασκον, μέγιστος, ὡς πάντας μὲν συνδραμεῖν καὶ μηδένα ἕτερον ἐν τῇ πόλει φανῆναι ἢ μόνον Λιβάνιον ἀγωνιζόμενον, καὶ πᾶσαν ἡλικίαν ἀκροωμένην. οὐ γὰρ ἠξίου τις ἔξω τῶν ἀγώνων γενέσθαι, οὐκ ἀξιώματος ὄγκῳ συνών, οὐ στρατιωτικοῖς καταλόγοις ἐμπρέπων, οὐ βαναύσοις τέχναις σχολάζων. ἤδη δὲ καὶ γυναῖκες παρεῖναι κατηπείγοντο τοῖς ἀγῶσι. τίς δὲ ὁ ἀγών; τίς δὲ ὁ λόγος ὁ τὴν πάνδημον συναγείρας πανήγυριν; καὶ δή μοι ἤγγειλαν δυσκόλου τρόπον ἀνδρὸς τὸν λόγον ἐνστήσασθαι. ὃν οὕτω θαυμασθέντα μὴ κατόκνει μοι πέμψαι, ἵνα κἀγὼ τῶν λόγων ἐπαινέτης εἴην τῶν σῶν. ὁ γὰρ Λιβάνιον ἐπαινῶν καὶ τῶν ἔργων ἐκτός, τίς ἂν γένωμαι νῦν ὑπόθεσιν ἐπαίνων εὑράμενος.εὑρόμενος editi antiqui.
Λιβάνιος Βασιλείῳ
352
Ἰδοὺ πέπομφα τὸν λόγον, ἱδρῶτι περιρρεόμενος. πῶς γὰρ οὐκ ἔμελλον, ἀνδρὶ τοιούτῳτοσούτῳ Harl. πέμπων τὸν λόγον, ὃς ἱκανός ἐστι τὴν Πλάτωνος σοφίαν καὶ Δημοσθένους δεινότητα τῇ περὶ τοὺς λόγους εὐμαθείᾳ δεῖξαι θρυλλουμένας μάτην, τὸ δὲ ἐμὸν τοιοῦτον, οἷον κώνωψ ἐλέφαντι παραβαλλόμενος; ὅθεν πέφρικα καὶ τρέμω, τὴν ἡμέραν λογιζόμενος, καθʼ ἣν ἐπισκέψῃ τοὺς λόγους· μικροῦ δὲδεῖν Coisl. sec., Regius sec. καὶ τῶν φρενῶν ἐκπέπτωκα.
Βασίλειος Λιβανίῳ