349
Οὐ παύσῃ, Βασίλειε, τὸν ἱερὸν τοῦτον τῶν Μουσῶν σηκὸν μεστὸν ποιῶν Καππαδοκῶν, καὶ ταῦτα ἀποζόντων γριτῆς καὶ χιόνοςχιόνων editi antiqui. καὶ τῶν ἐκεῖθεν καλῶν; μικροῦ δέ με καὶ Καππαδόκην ἔθηκαν, ἀεί μοι τὸ προσκυνῶ σεσοι editi antiqui. προσᾴδοντες. δεῖ δὲ ὅμως ἀνέχεσθαι, Βασιλείου κελεύοντος. ἴσθι τοίνυν, ὡς τῆς μὲν χώρας τοὺς τρόπους ἐξακριβάζω,ἐξακριβάζων E. et alii; ἐξακριβώσω Harl. τὴν δὲ εὐγένειαν καὶ τὸ ἐμμελὲς τῆς ἐμῆς Καλλιόπης μεταμφιάσω τοὺς ἄνδρας, ἵνʼ ὀφθεῖεν ὑμῖν ἀντὶ φασσῶν περιστεραί.
Βασίλειος Λιβανίῳπρὸς τὰς ἑκατέρας ἐπιστολάς add. Harl.
350
Λέλυταί σοι τὸ δύσθυμον. τοῦτο γὰρ ἔστωἔσται E. τῆς ἐπιστολῆς τὸ προοίμιον. σὺ δὲ σκῶπτε καὶ διάσυρε τὰ ἡμέτερα, εἴτε γελῶν εἴτε σπουδάζων. τί δὲ χιόνος ἢ γριτῆς ἐμνημόνευσας, παρὸν ἐντρυφᾷν ἡμῶν τοῖς σκώμμασιν; ἐγὼ δέ, ὦ Λιβάνιε, ἵνα σοι καὶ πλατὺν κινήσω τὸν γέλωτα, ὑπὸ παραπετάσματι καλυπτόμενος χιόνος, τὴν ἐπιστολὴν ἔγραψα, ἣν δεξάμενος ψαύων χερσί, γνώσῃ ὡς κρυερά τις αὐτὴ καὶ τὸν πέμψαντα χαρακτηρίζει ἐμφωλεύοντα, καὶ μὴ δυνάμενον ἔξω τῶν δωματίωντοῦ δωματίου Regius sec., Coisl. sec. προκύπτειν. τάφους γὰρ τοὺς οἴκους κεκτήμεθα, μέχρις ἐπιλάβοι τὸ ἔαρ καὶ νεκροὺς ἡμᾶς ὄντας πρὸς ζωὴν ἐπανάξῃ,ἐπανάξει editi antiqui. πάλιν τὸ εἶναι, ὥσπερ φυτοῖς, χαριζόμενον.
Βασίλειος Λιβανίῳ