337
Ἰδού σοι καὶ ἕτερος ἥκει Καππαδόκης, υἱὸς ἐμὸς καὶ αὐτός·οὗτος E. πάντας γὰρ ἡμῖνἡμᾶς E et Med. εἰσποιεῖ τὸ σχῆμα τοῦτο, ἐν ᾧ νῦν ἐσμεν. ὥστε κατά γε τοῦτο ἀδελφὸς ἂν εἴη τοῦ προλαβόντος, καὶ τῆς αὐτῆς σπουδῆς ἄξιος ἐμοί τε τῷ πατρὶ καὶ σοὶ τῷ διδασκάλῳ, εἴπερ τι ὅλως πλέον δυνατὸν ἔχεινὅλως πλέον δυνατὸν ἔχειν εἴπερ τι πλέον ἔχειν δυνατὸν editi antiqui. τοὺς παρʼ ἡμῶν ἐρχομένους. τοῦτο δὲ λέγω, οὐχ ὡς οὐκ ἂν τῆς σῆς λογιότητος πλεῖόν τι τοῖς παλαιοῖς τῶν ἑταίρων χαριζομένης, ἀλλʼ ὡς ἀφθόνου πᾶσι τῆς ὠφελείας σου προκειμένης.
337
Ἀρκοῦν δʼ ἂν εἴη τῷ νεανίσκῳ, πρὸ τῆς ἐκ τοῦ χρόνου πείρας, ἐν τοῖς οἰκείοις τετάχθαι· ὃν ἀποπέμψαιο ἡμῖν, ἄξιον τῶν τε ἡμετέρων εὐχῶν καὶ τῆς σαυτοῦ δόξης, ἣν ἔχεις ἐν τοῖς λόγοις. ἐπάγεται δὲ καὶ ἡλικιώτην τὴν ἴσην ἔχοντα περὶ τοὺς λόγους σπουδήν, εὐπατρίδην καὶ αὐτὸν καὶ ἡμῖν οἰκεῖον· ὃν οὐδὲν ἔλαττον ἕξειν πιστεύομεν, κἂν πλεῖστον τῶν ἄλλων τοῖς χρήμασιν ἀπολείποιτο.
Λιβάνιος ΒασιλείῳΛιβάνιος πρὸς ταῦτα E.
338
Οἶδα ὅτι πολλάκις τοῦτο γράψεις, τό, Ἰδού σοι καὶ ἕτερος ἥκει Καππαδόκης. πολλοὺς γάρ, οἶμαι, πέμψεις, ἀεὶ μὲν καὶ πανταχοῦ τοῖς ἐγκωμίοις τοῖς κατʼ ἐμοῦ χρώμενος, τούτῳ δὲ αὐτῷ καὶ πατέρας κινῶν καὶ παῖδας.