335
Ὁ δὲ νῦν προσιὼν μικρὸν ὕστερον ἑαυτοῦ ἕνεκεν σπουδασθήσεται, ἐπειδάν σοι συγγένηται. νῦν δὲ ἀπὸ πατρός ἐστι γνώριμος, μέγα ἐπὶ ὀρθότητι βίου καὶ δυνάμει πολιτικῇ παρʼ ἡμῖν λαβόντος ὄνομα· ὃς καὶ ἐμοὶ εἰς τὴν ἄκραν φιλίαν ἥρμοσται. ἧς ἀμειβόμενος αὐτόν, τῷ παιδὶ ταύτην τὴν χάριν δίδωμι, σοὶ ποιῶν αὐτὸν γνώριμον, πρᾶγμα μεγίστης εὐχῆς ἄξιον τοῖς ἀρετὴν ἀνδρὸς κρίνειν ἐπισταμένοις.
Λιβάνιος Βασιλείῳ