327
Ὑπὲρ ὧν παρόντας ἡμᾶς ἐτίμησας, καὶ ἀπόντων μεμνῆσθαι καταξιοῖςκατηξίους editi antiqui. (ἦλθε γὰρ εἰς ἡμᾶς ἡ ἀκοή), παρὰ τοῦ ἀγαθοῦ Δεσπότου γένοιτό σοι ἀντίδοσις· καί σε ἴδοιμενἴδωμεν editi antiqui. ἐν τῇ μεγάλῃ ἡμέρᾳ τῆς δικαιοκρισίας τοῦ Θεοῦ ἡμῶν ἐπὶ ἔργοις ἀγαθοῖς εὐδόκιμον, ἵνα, ὥσπερ τῆς ἐνταῦθα περιφανείας ἠξίωσαι, οὕτω καὶ παρὰ τῷ οὐρανίῳ βασιλεῖ σεμνότητος ἀπολαύσῃς.
327
Παρακαλοῦμεν οὖν προηγουμένως τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ διαρκῆ παρασχέσθαι τὴν σπουδήν, ἔπειτα καὶ τὸ εἰς ἡμᾶς εὐμενὲς ἐπαυξῆσαι, μνήμης τε πάσης καὶ προστασίας ἡμᾶς ἀξιοῦντα, καὶκαὶ add. Capps. σεμνῦναι ἡμᾶς καὶ γράμμασιν, ὥστε, ἀπόδειξιν ἡμᾶς ἔχοντας ὅτι οὐ βαρύνομεν ὑμᾶς ἐπιστέλλοντας,βαρύνῃ ἡμᾶς ἐπιστέλλοντας MSS. et editi; σοι add. editi antiqui, E. συνεχέστερόν σου τῇ μεγαλονοίᾳ καταθαρρήσειν
Ὑπερεχίῳ
328
Καὶ προσαγορεύω τὴν τιμιότητά σου καὶ εὔχομαί σοι τὰ ἀγαθά· ἐμαυτὸν δὲ καταμηνύω σπουδὴν ἔχοντι πάντως εἰδέναι τὰ καθʼ ἡμᾶς, μηδὲν ἄμεινον τῆς συνηθείας πράττοντα.πράττοντι editi antiqui. τῶν γὰρ δυσφημοτέρων φείδομαι, ὡς ἂν μὴ πάνυ λυποίην τὸν τὰ βέλτιστα ἡμῖν συνευχόμενον.
Φαλερίῳ
329
Πάνυ ἡδέως ἐτέρφθηνἐτέρφθης E. τοῖς ποταμίοις ἰχθύσι, μνησικακήσαςμὴ κακίσας E. αὐτῶν τὴν φυγὴν ἣν ἔφυγον ὑποδραμόντες τὴν σκέπην τὴν ἐκ τοῦ κρύους. ἰχθύων δὲ ἡμῖν τιμιώτερά σου τὰ γράμματα. ὥστε ἐπίστελλε μᾶλλον ἢ ἀπόστελλε. εἰ δὲ ἥδιόν σοι σιωπᾷν,τὸ σιωπᾷν editi antiqui. σὺ δὲ ἀλλʼ εὐχόμενος ὑπὲρ ἡμῶν μὴ διαλίπῃς.διαλίποις tress MSS.; διαλείπῃς editi antiqui.
Ἀνεπίγραφος