323
Χάρις τῷ ἁγίῳ Θεῷ· οὐ γὰρ ἂν εἴποιμι χάριν ἔχειν τοῖς ἠδικηκόσι σε, ὅτι μοι γεγόνασι γραμμάτων ὑπόθεσις· ἀλλʼ ὁ πανταχόθεν εὐεργετῶν ἡμᾶς Κύριος οἶδε καὶ διὰ τῶν λυπηρῶν πληροῦν πολλάκις τὰς παρακλήσεις. ὅθεν καὶ ἡμῖν τὴν εἰκαιότητασκαιότητα editi antiqui, Harl., Regius primus. τῶν ἀποδράντωνἀποδρασάντων editi antiqui. σε,σου Clarom. εὐφροσύνης ἐποίησεν ἀφορμήν.
323
Ἀλλὰ γράφοις ἡμῖν διὰ πάσης προφάσεως, τοιαῦτα γράφων, οὕτω μὲν ἀπὸ χρηστῆς γνώμης, οὕτω δὲ ἀπὸ γλώττης κεκαθαρμένης. καὶ γὰρ εἰ μή φαμεν προσποιεῖσθαι τὸ ἐν τῇ λέξει τερπνόν, ἀλλʼ οὖν φυσικῶς πως κατακηλούμεθα παρʼ αὐτοῦ, καὶ ἄγετε ἡμᾶς οἱ τὸν λόγον χαρίεντες, ὥσπερ οἱ τὰς μελίσσας διὰ τῶν κρουμάτων.κρουσμάτων editi antiqui. πολλάς γε οὖν πέμπε τὰς ἐπιστολάς, καὶ μακρὰς ὡς ἔνι μάλιστα· οὐ γὰρ δὴ ἀρετὴ ἐπιστολῆς ἡ βραχύτης, οὐ μᾶλλόν γε ἢ ἀνθρώπου.
323
Γράφε δὲ ἡμῖν τά τε κατὰ τὸν οἶκον, ὅπως διάκειται, καὶ αὐτό σοι τὸ σῶμα ὅπως ὑγείας ἔχει, καὶ εἰ τὰ τῶν ἐκκλησιῶν ἡσυχάζει· μέλει γάρ σοι καὶ τούτων καλῶς ποιοῦντι. καὶ μέντοι καὶ εἴ τις δύναμις συμπονεῖν τῇ εἰρήνῃ καὶ τῇ ἑνώσει τῶν διεστηκότων, μὴ παραιτοῦ.
323
Ὁ δὲ χρηστὸς Κυριακὸς ἥψατο πρότερον τῆς σπουδῆς, καὶ τότε ἡμῖν ἀπέδωκε τὴν ἐπιστολήν· ἐπὶἐπεὶ editi antiqui. δὲ τὰ λείψανα τοῦ πράγματος ἡμᾶςἡμᾶς add. Capps. ἔσχε συναιρομένους τὰ ἡμῖν δυνατά. ἐπεστείλαμεν γὰρ τῶν χωρεπισκόπῳ τῶν τόπων· ὃς ἐὰν ποιήσῃ τι τῷ προστεταγμένων, αὐτὰ γνωρίσει τὰ πράγματα.
ΠασινίκῳΠαιωνίκῳ Clarom. ἰατρῷ