320
Διὰ μακροῦ ἡμῖν ὑπῆρξε προσειπεῖν τὴν τιμιότητά σου, τῷ τὸν ἀνακομίζοντα τὰς ἀποκρίσεις πολὺν χρόνον ἐνδιατρίψαι τῇ ἡμετέρᾳ καὶ ἀνδράσι καὶ πράγμασι δυσχερεστέροιςδυσχερεστατοις editi antiqui. περιπεσεῖν. ἐνιαυτὸν γὰρ ὅλον ἀπεξενώθη τῆς ἐνεγκούσης. ἀπάταιςἀπάτας γὰρ editi antiqui. ἀνθρώπων καὶ διαλύσεσιν ὑπαχθείς, εἰ τῆς παρούσης αὐτῷ κακουργίας κρατήσειε, τοῦ παντὸς περιέσεσθαι, ὀψὲ τοῦ κεφαλαίου τῆς ζημίας ἐπῄσθετο, ἐν τῇ κατὰ μικρὸν ἀπάτῃ τῆς αἰσθήσεως κλεπτομένης.
320
Ἐπεὶ οὖν ἐπάνεισι, τῶν τε τοῦ ἀέρος ὀχληρῶν καὶ τῆς τῶν ἀνδρῶν μοχθηρίας ἀπαλλαγείς, ἀσπαζόμεθά σε δι’ αὐτοῦ, παρακαλοῦντες μεμνῆσθαι ἡμῶν ἐπὶ τῶν προσευχῶν (πολλῆς γὰρ τῆς ἐκ τῶν εὐχῶν βοηθείας δεόμεθα), καὶ ἅμα σημαίνομεν, ὅτι οἱ ὑπεύθυνοι καταλειφθέντες πρὸς τὴν τοῦ ὀφλήματος ἔκτισιν παρὰ τοῦ μακαρίου ἐπισκόπου, ἐπιμνησθέντος ἐν ταῖς διαθήκαις αὐτοῦ τε τοῦ χρέους, καὶ ὅθεν προσῆκεν ἐκτισθῆναι, καὶ διὰ τίνων, ὑπεριδόντες τῶν φιλικῶν ὑπομνήσεων τὰς ἐκ τῶν δικαστηρίων ἀνάγκας ἐκδέχονται. διὸ ἄπρακτος ἐπανῆλθεν ὁ ἑταῖροςἕτερος editi antiqui. ἡμῶν, καὶ ταῦτα αὐτὰ ἠξίωσεν αὐτὸν παρʼ ἡμῶν μαρτυρηθῆναι, ὡς μὴ ἀργίας μηδὲ ῥᾳθυμίας ἔγκλημα σχεῖν παρὰ τῇ τιμιότητί σου. ταῦτα μὲν εἰς τοσοῦτον. τὰ δὲ τῶν ἐκκλησιῶν ὅπως ἔχει, εἴτε συγκεχώρηται μένειν ἐπὶ τῆς ὁμοιότητος, εἴτε καὶ πρὸς τὸ χεῖρον ἐκπέπτωκεν, ἢεἴ τε duo MSS. τίνα ἐλπίδα τῆς ἐπὶ τὸ βέλτιον ἔχει μεταβολῆς, γνωρίσαιγνωρίσαις editi antiqui. ἡμῖν διὰ τινὸς τῶν γνησίων ἀδελφῶν καταξίωσον.
Θέκλῃ