313
Εἰ οὖν τις λόγος παρὰ τῇ σῇ τιμιότητι τῆς ἐμῆς φιλίας, ὁμολογουμένην τινὰ ὠφέλειαν παρασχέσθαι τῷ οἴκῳ τοῦ θαυμασιωτάτου ἄρχοντος ΣουλπικίουΟὐλπικίου editi antiqui. ἡμῶν ἕνεκεν παρακλήθητι, ὥστε ὑφελεῖν τι τῆς νῦν οὔσης ἀπογραφῆς, μάλιστα μὲν ἀξιόλογον καὶ τῆς σῆς μεγαλονοίας ἄξιον, προσθήσω δὲ ὅτι καὶ τῆς ἡμετέρας πρεσβείας τῶν ἀγαπώντων σε· εἰ δὲ μή, ἀλλʼ ὅσον οἵ τε καιροὶχρόνοι editi antiqui. συγχωροῦσι καὶ ἡ τῶν πραγμάτων ἐπιδέχεται φύσις· πάντως δὲ ὑφελεῖν καὶ μὴ ἐᾶσαι ἐπὶ τῆς ταυτότητος· ὥστεὡς E. et Med. ἡμᾶς μυρίων ὧν ἔχομεν παρὰ τοῦ ἀγαθοῦ ἄρχοντος εὐεργεσιῶν μίαν χάριν ταύτην διὰ τῆς σῆς σεμνότητος ἀντεκτίσαι.
Ἀνεπίγραφος, ἐπὶ οἰκέτῃ
314
Καὶ πῶς ἔμελλον ἐγὼ γραμμάτων οἰκείαν ἀφορμὴν παρόψεσθαι, καὶ μὴom. E. προσερεῖν τὴν σὴν τιμιότητα, τοῦδε πρὸς ὑμᾶςἡμᾶς E. ἀφικνουμένου; ὃς ἐξήρκει μὲν καὶ ἀφʼ ἑαυτοῦ εἰπεῖν τὰ ἡμέτερα καὶ τὴν τῆς ἐπιστολῆς ἀποπληρῶσαιπληρῶσαι Med. et duo MSS. χρείαν· ἠβουλήθη δὲ καὶ γραμμάτων διάκονος γενέσθαι, διὰ τὸ σφόδρα ἡμᾶς ἀγαπᾷν καὶ ἐξ ὅλης ψυχῆς προσκεῖσθαι ἡμῖν. παντὶἡμῖν παντὶ uterque Coisl. τρόπῳ καὶ τὰ ὑμέτερα ῥήματα ἐπικομίζεσθαι βούλεται καὶ ὑμῖν διακονεῖσθαι.