22
Ὅτι δεῖ ἕκαστον, ὅση δύναμις,ὅση δύναμις ἕκαστον C. θεραπεύειν τὸν ἔχοντά τι κατʼ αὐτοῦ. ὅτι οὐ δεῖ μνησικακεῖν τῷ ἁμαρτήσαντι καὶ μετανοοῦντι, ἀλλʼ ἐκ καρδίας ἀφεῖναι. ὅτι δεῖ τὸν λέγοντα μετανοεῖν ἐφʼ ἁμαρτήματι μὴ μόνον κατανυγῆναι ἐφʼ ᾧ ἥμαρτεν, ἀλλὰ καὶ καρποὺς ἀξίους ποιῆσαι τῆς μετανοίας. ὅτι ὁ ἐπὶ τοῖς πρώτοις ἁμαρτήμασι παιδευθεὶς καὶ τῆς ἀφέσεως ἀξιωθείς, ἐὰν πάλιν ἁμάρτῃ, χεῖρον τοῦ προτέρου κατασκευάζει ἑαυτῷ τὸ κρίμα τῆς ὀργῆς. ὅτι δεῖ τὸν μετὰ τὴν πρώτην καὶ δευτέραν νουθεσίαν ἐπιμένοντα τῷ ἐλαττώματι ἑαυτοῦ φανεροῦσθαι τῷ προεστῶτι, ἐὰν ἄρα ὑπὸ πλειόνων ἐπιτιμηθεὶς ἐντραπῇ. ἐὰν δὲ μηδὲ οὕτω διορθώσηται, ὡς σκάνδαλον ἐκκόπτεσθαι τοῦ λοιποῦ, καὶ ὡς ἐθνικὸν καὶ τελώνην ὁρᾶσθαι πρὸς τὴν ἀσφάλειαν τῶν τὴν σπουδὴν τῆς ὑπακοῆς ἐργαζομένων, κατὰ τὸ εἰρημένον, Ἀσεβῶν καταπιπτόντων, δίκαιοι ἔμφοβοι γίνονται. δεῖ δὲ καὶ πενθεῖν ἐπʼ αὐτῷ, ὡς μέλους ἐκκοπέντος ἐκ τοῦ σώματος.