2
Ἄσκησις δὲ εὐσεβείας τὴν ψυχὴν τρέφει τοῖς θείοις διανοήμασι. τί οὖν μακαριώτερονμακαριστότερον C, E. τοῦ τὴν ἀγγέλων χορείαν ἐν γῇ μιμεῖσθαι; εὐθὺς μὲν ἀρχομένης ἡμέρας εἰς εὐχὰς ὁρμῶντα, ὕμνοις καὶ ᾠδαῖς γεραίρειν τὸν κτίσαντα; εἶτα ἡλίου καθαρῶς διαλάμψαντος, ἐπʼ ἔργα τρεπόμενον, πανταχοῦ αὐτῷ τῆς εὐχῆςψυχῆς C. συμπαρούσης, καὶ τοῖς ὕμνοις, ὥσπερ ἅλατι, παραρτύειν τὰς ἐργασίας; τὸ γὰρ ἱλαρὸν καὶ ἄλυπον τῆς ψυχῆς κατάστημα αἱ τῶν ὕμνων παρηγορίαι χαρίζονται.