307
Τοῦτο νῦντοίνυν E. editi antiqui. τὸ πάθος ὑπομένει ὁ τῷ παρόντι συνεζευγμένος ἀνδρί. δέον γὰρ τὴν κρίσιν ἐπιτρέψαι φίλοις κοινοῖς, μᾶλλον δὲ παρὰ πολλοῖς πολλάκις κριθείς, οἷς ἔμελε τοῦ δικαίου καὶ τῆς ἀληθείας, νῦν ἔδραμεν ἐπʼ ἄρχοντας καὶ τὴν τῶν δικαστηρίων κρίσιν, καὶ αἱρεῖται, πολλὰ ζημιωθείς, ὀλίγα κερδᾶναι. αἱ δὲ παρὰ ἄρχουσι κρίσεις οὐδὲ τὴν νίκην ἀζήμιον φέρουσι.
307
Γενοῦγίνου editi antiqui. δὴ βοηθός, ὦ φίλη κεφαλή, μάλιστα μὲν ἀμφοτέροις τοῖς κρινομένοις (εὐσεβὲς γὰρ) κωλύων τὴν εἴσοδον τὴν πρὸς τὸν ἄρχοντα, καὶ γινόμενος αὐτοῖς ἀντʼ ἐκείνου δικαστής. εἰ δὲ ἀπειθεῖ θάτερος καὶ μάχεται ταῖς ψήφοις, σύμπραξον τῷ ἀδικουμένῳ, καὶ πρόσθες τὴν παρὰ σοῦ ῥοπὴν τῷ ζητοῦντι τυχεῖν τῶν δικαίων.
Ἀνεπίγραφος, ἐπὶ προστασίᾳ
308
Καὶ παρούσης τῆς τιμιότητός σου τοῖς ἀδελφοῖς, τῶν ἀπὸ τοῦ χωρίου Καπράλεως ἕνεκεν διελέχθην, καὶ προσήγαγον αὐτοὺς τῇ ἡμερότητί σου, παρακαλέσας σε ἔχοντα πρὸ ὀφθαλμῶν τὴν παρὰ τοῦ Κυρίου μισθαποδοσίαν, προΐστασθαι αὐτῶν, ὡς πενήτων καὶ καταπονουμένων ἐν ἅπασι· καὶ νῦν πάλιν διὰ τοῦ γράμματος τὴν αὐτὴν ἀνανεοῦμαι παράκλησιν, εὐχόμενος τῷ ἁγίῳ Θεῷ καὶ τὴν ὑπάρχουσάν σοι περιφάνειαν καὶ λαμπρότητα τοῦ βίου συντηρηθῆναι καὶ ἐπὶ μείζονα ἐλθεῖν, ἵνα ἀπὸ μείζονος δυνάμεως πολυτελέστερα ἡμᾶς ἔχῃς εὐεργετεῖν. ὅτι γὰρ μία ἡμῖνἡμῶν Coisl. sec., Regius sec. εὐχὴ ἡ παντὸς τοῦ οἴκου ὑμῶν σωτηρία, ἡγοῦμαι πεπεῖσθαί σε.
Ἀνεπίγραφος, ἐπὶ ἐνδεεῖ