305
Οὗτος τοίνυν ἐπανιὼν πρὸς ὑμᾶς γράμματα ᾔτησεν, οὐχ ἵνα ἑαυτὸν ὑμῖν οἰκειώσῃ δι’ ἡμῶν, ἀλλʼ ἵνα ἐμὲ εὐεργετήσῃ, τοῦ προσφθέγξασθαι τοῖς ἀγαπητοῖς μουμοι Regius sec. et Coisl. sec. ἀφορμὴν παρασχόμενος· ὃν ἀμείψαιτοἀμείγεται E. Vat., et Clarom. ὁ Κύριος τῆς ἀγαθῆς προαιρέσεως. καὶ ὑμεῖς δὲ αὐτῷ εὐχαῖς καὶ τῇ ἀγαθῇ ὑμῶν περὶ πάντας προαιρέσει τὴν κατὰ δύναμιν χάριν διανείματε.διανείμαντες editi antiqui. σημαίνετε ἡμῖν καὶ τὰ τῶν ἐκκλησιῶν ὅπως ἔχει.
Ἡγεμόνι Σεβαστείας
306
Αἰσθάνομαι τῆς τιμιότητός σου ἡδέως τὰς ἐπιστολὰς ἡμῶν προσιεμένης, καὶ τὴν αἰτίαν γνωρίζω. φιλάγαθος γὰρ ὢν καὶ πρὸς εὐποιΐας πρόχειρος, ἐπειδή τινα ἑκάστοτε ὕλην παρεχόμεθά σοι ἱκανὴν δέξασθαί σου τῆς προαιρέσεως τὸ μεγαλοφυές, προστρέχεις ἡμῶν ταῖς ἐπιστολαῖς ὡς ἔργων ἀγαθῶν ὑποθέσεις ἐχούσαις. ἥκει τοίνυν καὶ ἄλλη ὑπόθεσις δυναμένη δέξασθαι τῆς σῆς περὶ πάντα δεξιότητος τοὺς χαρακτῆρας, ὁμοῦ καὶ κήρυκα τῶν σῶν ἀγαθῶν ἐπαγομένη.