303
Οἱ τοῦ χωρίου τοῦδε ἐκ διαβολῆς, οἶμαι, ψευδοῦς ἔπεισαν τὴν τιμιότητά σου φοράδων τέλεσμα τοῖσδε ἐπαγαγεῖν. ἐπεὶ οὖν καὶ τὸ γινόμενον ἄδικον καὶ διὰ τοῦτο ἀπαρέσκειν ὀφεῖλον τῇ τιμότητί σου, καὶ ἡμῖν λυπηρὸν διὰ τὴν πρὸς τοὺς ἠδικημένους ἡμῖν ὑπάρχουσαν οἰκειότητα, ἐσπεύσαμεν παρακαλέσαι τὴν χρηστότητά σου μὴ ἐᾶσαι προβῆναι τοῖς ἀδικεῖν ἐπιχειροῦσι τὴν ἐπήρειαν.
Ἀβουργίῳ
304
Οὗτός ἐστιν ὑπὲρ οὗ καὶ πρότερον διελέχθην σοι διὰ τοῦ διακόνου. ἐπειδὴ οὖν ἔχων ἧκε τὴν ἐπιστολὴν παρʼ ἡμῶν, ἀπέλθοι ἔχων ἃ βούλεται παρὰ σοῦ.
Ἀνεπίγραφος, ἐπὶ ἐναρέτοις ἀνδράσιν
305
Ἤδη γνώριμος ὑμῖν ἐστιν ὁ δεῖνα, ὡς αὐτὰ δηλοῖ τὰ διηγήματα τοῦ ἀνδρός. ἐπὶ πάσης γὰρ ὑμᾶς προφάσεως ἔχει ἡ γλῶσσα αὐτοῦ· ἐν ὀρθοδόξωνὀρθοδόξῳ E. μνήμῃ, ἐν ἀσκητῶν φιλοξενίᾳ, ἐν πάσῃ ἀρετῇ πρώτους ὑμᾶς ὁ ἀνὴρ ἄγει. κἂν διδασκάλων τις μνησθῇ, οὐκ ἀνέχεται προθεῖναι ὑμῶν ἑτέρους· ἐὰν ἀγωνιστὰς τῆς εὐσεβείας, καὶ ἱκανοὺς τὸ πιθανὸν τῆς αἱρέσεως διελέγξαι, οὐκ ἂν ἕλοιτο ἕτερον πρὸ ὑμῶν ἀριθμῆσαι, πρὸς πάνταπάντας editi antiqui. ἄμαχον ὑμῖν καὶ ἀνανταγώνιστον τὴν ἀρετὴν μαρτυρῶν. καὶ οὐ πολὺς αὐτῷ πόνος πεῖσαι, ταῦτα λέγοντι. διηγεῖται γὰρ ἀκοαῖς μείζονα ἐπισταμένων ἀνθρώπων, ἢ ὧν ἄν τις νομισθείη μεθʼ ὑπερβολῆς ἀπαγγέλλειν.