301
Οὔτε πρῶτοι πεπόνθαμεν, ὦ θαυμάσιε, οὔτε μόνοι· ἀλλʼ ὧν γονεῖς πεπείρανται καὶ πάπποι καὶ οἱ ἄνω τοῦ γένους ἅπαντες, τούτων καὶ ἡμεῖς ἐν πείρᾳ γεγόναμεν. καὶ πλήρης ὁ παρὼν βίος τῶν τοιούτων παραδειγμάτων. σὲ δέ, τοσοῦτον τῇ ἀρετῇ τῶν λοιπῶν διαφέροντα, καὶ ἐν μέσοις τοῖς πάθεσι προσῆκε τὸ τῆςσῆς add. editi antiqui. ψυχῆς μεγαλοφυὲς ἀταπείνωτον διασώζειν,διασῶσαι editi antiqui. μὴ τῇ νῦν ζημίᾳ δυσχεραίνοντα, ἀλλὰ τῆς ἐξ ἀρχῆς δωρεᾶς χάριν εἰδότα τῷ δεδωκότι. τὸ μὲν γὰρ ἀποθανεῖν κοινὸν τῶν τῆς αὐτῆς μετεσχηκότων φύσεως, τὸ δὲ ἀγαθῇ συνοικῆσαι ὀλίγοις τοῖς κατὰ τὸν βίοντὸν βίον Θεὸν E, editi antiqui. μακαρισθεῖσιν ὑπῆρξεν· ὅπουἦπου E, editi antiqui. καὶ αὐτὸ τὸ λυπηρῶς ἐνεγκεῖν τὴν διάζευξιν οὐ μικρόν ἐστι τῶν ἐκ Θεοῦ δωρεῶν τοῖς εὐγνωμόνως λογιζομένοις· πολλοὺς γὰρ ἔγνωμεν τὴν διάλυσιν τῆς ἀκαταλλήλουκατ’ ἀλλήλους Harl. et Med. συνοικήσεως ὥσπερ βάρους ἀπόθεσιν δεξαμένους.