299
Εἰδότι μοι ἔγραφες ὅτι δυσκόλως ἔχεις πρὸς τὴν τῶν κοινῶν ἐπιμέλειαν. καὶ γὰρ παλαιός ἐστι λόγος, τοὺς ἀρετῆς μεταποιουμένους μὴ μεθʼ ἡδονῆς ἑαυτοὺς ἐπιβάλλειν ἀρχαῖς. τὰ γὰρ τῶν ἰατρευόντων ἴδια, ταῦτα ὁρῶ καὶ τῶν ἀρχόντων ὄντα. ὁρῶσι γὰρ δεινά, καὶ πειρῶνται ἀηδῶν, καὶ ἐπʼ ἀλλοτρίαις συμφοραῖς οἰκείας καρποῦνται λύπας, οἵ γε ὡς ἀληθῶς ἄρχοντες. ἐπεὶ ὅσον ἐμπορικὸν τῶν ἀνθρώπων, καὶ πρὸς χρήματα βλέπον,βλέπων E. καὶ περὶ τὴν δόξαν ταύτην ἐπτοημένον, μέγιστον τῶν ἀγαθῶν τίθεται τὸ παραλαβεῖν τινα δυναστείαν, ἀφʼ ἧς δυνήσονται φίλους εὖ ποιεῖν, καὶ ἐχθροὺς ἀμύνεσθαι, καὶ ἑαυτοῖς κατακτᾶσθαι τὰ σπουδαζόμενα. ἀλλʼ οὐ τοιοῦτος σύ. πόθεν; ὅς γε καὶ τῆς πολιτικῆς δυνάμεως τοσαύτης οὔσης ἑκὼν ἀνεχώρησας, καὶ ἐξόν σοι κρατεῖν πόλεως ὡς μιᾶς οἰκίας, σὺ δὲ τὸν ἀπράγμονα καὶ ἡσύχιον εἵλου βίον, τὸ μήτε ἔχειν πράγματα μήτε παρέχειν ἑτέροις πλείονοςσπουδῆς add. E. et editi antiqui. ἄξιον τιθέμενος, ἢ ὅσου οἱ λοιποὶ τιμῶνται τὸ δυστροπεύειν.