297
Ἔπειτα δὲ καὶ τὴν προειρημένην θυγατέρα παρακατατίθεμαίπαρακατατίθημι Clarom. σοι, ἵνα ὡς ἐμὴν μὲν θυγατέρα σεαυτῆς δὲ ἀδελφὴν οὕτω δέξῃ, καὶ περὶ ὧν ἂν τῇ εὐσχήμονί σου καὶ καθαρᾷ ψυχῇ ἀνακοινώσεται,ἀνακοινώμηται E. ἰδιοπαθήσῃςἰδιοπαθήσεις E. καὶ ἀντιλάβῃἀντιλάβῃς editi antiqui. αὐτῆς, ὡς παρὰ τοῦ Κυρίου προηγουμένως ἔχουσα τὸν μισθόν, ἔπειτα καὶ ἡμᾶς ἀναπαύουσα τοὺς ἐν σπλάγχνοις Χριστοῦ τὸ τῆς ἀγάπης σοι μέτρον ἀποπληροῦντας.
Ἀνεπίγραφος, ἐπʼ ἀνδρὶ εὐλαβεῖ
298
Ὅτι μὲν περὶ πάντων καταξιοῖς συμβούλοις ἡμῖν καὶ κοινωνοῖς φροντισμάτων κεχρῆσθαι, ποιεῖς πρέπονπρεπόντως Coisl. sec. et Regius sec. τῇ σεαυτοῦ τελειότητι· καί σε ὁ Θεὸς τῆς τε ἀγάπης τῆς περὶ ἡμᾶς καὶ τῆς ἐπιμελείας τῆς κατὰ τὸν βίον ἀμείψαιτο·ἀμείψεται E. et alius. ὅτι δέ σου ἥψατο ἡ ἀπάτη τούτου, ἐθαύμασα, καὶεἰ Med., Coisl. sec., Regius sec. ὕδατί τινα δύναμιν ἄλογον παρεῖναι πεπίστευκας, καὶ ταῦτα οὐδεμιᾶς μαρτυρίας βεβαιούσης τὴν φήμην. οὔκουν ἐστί τις τῶν ἐκεῖθεν οὐ μικρὸν οὐ μεῖζον λαβὼν εἰς τὸ σῶμα ὧν ἤλπισε, τὸ ἑαυτοῦ ἀγαθόν· πλὴνπλὴν Capps; ἢ editi et MSS. εἰ μή τινι ἀπὸ τοῦ αὐτομάτου γέγονε παραμυθία τις, ὁποῖαοἷα E et editi antiqui. καὶ καθεύδουσι καὶ ἄλλα τινὰ κατὰ τὸν βίον ἐνεργοῦσιν ἐπιγίνεσθαι πέφυκεν. ἀλλʼ ὁ ἀναιρῶν τὴν ἀγάπην τὰ αὐτόματα τῇ τοῦ ὕδατος φύσει λογίζεσθαι τοὺς ἁπλουστέρους ἀναπείθει. ὅτι δὲ ἀληθὴς ἡμῶν ὁ λόγος, ἔξεστιν ἐξ αὐτῆς τῆς πείρας σε διδαχθῆναι.
ΚηνσίτοριΚηνσῄτορι editi antiqui.