294
Οὐκοῦν οὐδὲ σώματος κωλύει χωρισμός, τοῦ δημιουργήσαντος ἡμᾶς δι’ ὑπερβολὴν σοφίας καὶ φιλανθρωπίας μὴ συμπεριορίσαντος τοῖς σώμασι τὴν διάνοιαν, μήτε μὴν τῇ γλώττῃ τῶν λόγων τὴν δύναμιν, δόντος δέ τι πλεῖον καὶ ἀπὸ τοῦ χρόνου τοῖς ὠφελεῖν δυναμένοις, ὡς μὴ μόνον τοῖς μακρὰν διεστηκόσιν, ἀλλὰ δὴ καὶ τοῖς λίαν ὀψιγόνοις παραπέμπειν δύνασθαι τὴν διδασκαλίαν. καὶ τοῦτον ἡμῖν ἡ πεῖρα πιστοῦται τὸν λόγον, ἐπείπερ οἵ τε πολλοῖς πρότερον ἔτεσι γενόμενοι διδάσκουσι τοὺς νέους, σωζομένης ἐν γράμμασι τῆς διδασκαλίας· ἡμεῖς τε κεχωρισμένοι τοσοῦτον τοῖς σώμασι, τῇ διανοίᾳ σύνεσμεν ἀεί, καὶ προσομιλοῦμεν ῥᾳδίως, τῆς διδασκαλίας οὔτε ὑπὸ γῆς οὔτε θαλάσσης κωλυομένης, εἴ τίςεἴ τίς ἐστιν ἥτις ἐστὶν E. ἐστιν ὑμῖν τῶν ἰδίων ψυχῶν φροντίς.
Μονάζουσιπρὸς μονάζοντας, δι’ ἧς ἐπιστηρίζει αὐτοὺς πρὸς τὴν ἐν Χριστῷ πολιτείαν καὶ πίστιν to monks, by which he causes them to rely on life and faith in Christ Regius 2897 et Coisl. see.; καί φησιν ὅτι ἡ πίστις ἐστὶν ἡ σώζουσα διὰ ἀγάπης ἐνεργουμένη and he says that it is faith working through love that saves add. editi.