294
Πρέπει μέν που καὶ πατράσι παίδων ἰδίων πρόνοια καὶ γεωργοῖς φυτῶν ἢ σπερμάτων ἐπιμέλεια, καὶ διδασκάλοις μαθητῶν φροντίς, μάλιστα ὅταν δι’ εὐφυΐαν βελτίους ἐφʼ ἑαυτοῖς ὑποφαίνουσιὑποφαίνωσι duo Regii MSS. et Coisl. recent. τὰς ἐλπίδας. χαίρει γὰρ πονῶνπονῷ E. καὶ γεωργός, ἁδρυνομένων αὐτῷαὐτῶν editi antiqui. τῶν ἀσταχύων ἢ τῶν φυτῶν αὐξανομένων, εὐφραίνουσι δὲ καὶ μαθηταὶ διδασκάλους, καὶ παῖδες πατέρας, οἱ μὲν πρὸς ἀρετήν, οἱ δὲ πρὸς αὔξησιν ἐπιδιδόντες. ἡμεῖς δὲ τοσοῦτον μείζονα μὲν ἐφʼ ὑμῖν ἔχομεν τὴν φροντίδα, κρείττονα δὲ τὴν ἐλπίδα, ὅσον εὐσέβεια πάσης μὲν τέχνης, πάντων δὲ ζώων ὁμοῦ καὶ καρπῶν ἐστιν ἀμείνων, ἣν ἐν ἁπαλαῖς ἔτι καὶ καθαραῖς ταῖς ὑμετέραις ψυχαῖς ῥιζωθεῖσαν ὑφʼ ἡμῶν καὶ τραφεῖσαν ἰδεῖν εὐχόμεθα καὶ προελθοῦσαν εἰς ἀκμὴν τελείαν καὶ εἰς καρποὺς ὡραίους, συλλαμβανομένης ἡμῶν ταῖς εὐχαῖς τῆς ὑμετέρας φιλομαθείας. εὖ γὰρ ἴστε καὶ τὴν ἡμετέραν εἰς ὑμᾶς εὔνοιαν καὶ τὴν τοῦ Θεοῦ συνεργίαν ταῖς ὑμετέραις ἐναποκεῖσθαι γνώμαις, ὧν πρὸς τὸ δέον εὐθυνομένων, Θεὸς συνεργὸς καλούμενος παρέσται καὶ ἄκλητος, καὶ πᾶς φιλόθεος ἄνθρωπος πρὸς διδασκαλίαν αὐτεπάγγελτος. ἀνίκητος γὰρ ἡ προθυμία τῶν διδάσκειν τι χρήσιμον δυναμένων, ὅταν αἱ τῶν μανθανόντων ψυχαὶ πάσης καθαρεύωσιν ἀντιτυπίας.