293
Πῶς σοι τὸν ἐν μέσῳ τοῦτον χρόνον τὸ σῶμα ἔσχεν; εἰ καθαρῶς ἀπέλαβες τῆς χειρὸς τὴν ἐνέργειαν; πῶς δὲ τὰ λοιπὰ τοῦ βίου πράγματα; εἰ κατὰ γνώμην χωρεῖ σοι, ὥσπερ εὐχόμεθα καὶ ὡς ἔστιν ὀφειλόμενον τῇ σῇ προαιρέσει; καὶ γὰρ οἷς μὲν εὔκολος πρὸς μεταβολὴν ἡ διάνοια, τούτοις οὐδὲν ἀπεικὸς καὶ τὸν βίον εἶναι μὴ τεταγμένον, οἷς δὲ πεπηγυῖα ἡ γνώμη, καὶ ἀεὶ ἑστῶσα καὶ ἡ αὐτή, τούτοιςτούτους Regius sec. et Coisl. sec. ἀκόλουθον συμφώνως τῇ προαιρέσει τὴν ζωὴν διεξάγειν. τῷ ὄντι γὰρ κυβερνήτῃκυβερνήτην Regius sec. μὲν οὐκ ἐφεῖταιἐφίεται Regius sec. et duo alii. γαλήνην ποιεῖν ὅτε βούλεται, ἡμῖν δὲ ἀκύμονα ἑαυτοῖς καθιστᾷν τὸν βίον καὶ πάνυ ῥᾴδιον, ἐὰν τοὺς ἔνδοθεν ἐκ τῶν παθῶν ἐπανισταμένους ἡμῖν θορύβους κατασιγάσωμεν, καὶ τῶν ἔξωθεν προσπιπτόντων ὑψηλοτέραν τὴν γνώμην καταστησώμεθα. καὶ γὰρ οὔτε ζημίαι, οὔτε ἀρρωστίαι, οὔτε αἱ λοιπαὶ δυσχέρειαι τοῦ βίου, ἅψονται τοῦ σπουδαίου, ἕως ἂν ἔχῃ τὴν διάνοιαν τῷ Θεῷ, ἐμπορευομένην,ἐμπολιτευομένην Med.; συμπορευομένην editi antiqui. καὶ τὸ μέλλον ἀποσκοποῦσαν, καὶ τῆς χαμόθεν ἐγειρομένης ζάλης κούφως καὶ εὐσταλῶς ὑπεραίρουσαν. ἐπεὶ οἵ γε σφοδρῶς ταῖς τοῦ βίου μερίμναις κατειλημμένοι, οἷον ὄρνιθες πολύσαρκοι εἰκῆ τὸ πτερὸν ἔχοντες, κάτω που σύρονται μετὰ τῶν βοσκημάτων.