22
Ὅτι οὐ δεῖ γογγύζειν, οὔτε ἐν τῇ στενοχωρίᾳ τῶν πρὸς τὴν χρείαν οὔτε ἐν τῷ καμάτῳ τῶν ἔργων, ἐχόντων τὸ κρίμα περὶ ἑκάστου τῶν ἐπιτεταγμένων τὴν τούτων ἐξουσίαν. ὅτι οὐ δεῖ κραυγὴν γίνεσθαι, οὔτε ἄλλο τι σχῆμα ἢ κίνημα ἐν ᾧ χαρακτηρίζεται θυμός, ἢ μετεωρισμὸς ἀπὸ τῆς πληροφορίας τοῦ παρεῖναι. τὸν Θεόν. ὅτι δεῖ τῇ χρείᾳ συμμετρεῖν τὴν φωνήν. ὅτι οὐ δεῖ θρασέωςτραχέως C, D. ἢ καταφρονητικῶς τινὶ ἀποκρίνεσθαι ἢ ποιεῖν τι, ἀλλʼ ἐν πᾶσι τὸ ἐπιεικὲς καὶ τὸ τιμητικὸν πρὸς πάντας δεικνύειν. ὅτι οὐ δεῖ ἐννεύειν ὀφθαλμῷ μετὰ δόλου, ἢ ἄλλῳ τινὶ σχήματι ἢ κινήματι μέλους κεχρῆσθαι, ὃ λυπεῖ τὸν ἀδελφὸν ἢ καταφρόνησιν ἐμφαίνει.