277
Τὰ δὲ ἀνθρώπινα ταῦτα σκιᾶς ἐστιν ἀμυδρότερα καὶ ὀνείρων ἀπατηλότερα. ἥ τε γὰρ νεότης τῶν ἠρινῶν. ἀνθέων ὀξύτερον καταρρεῖ, καὶ ὥρα σώματος ἢ νόσῳ ἢ χρόνῳ καταμαραίνεται.ἀπομαραίνεται Harl.; μαραίνεται quatuor alii MSS. καὶ πλοῦτος μὲν ἄπιστος, δόξα δὲ εὐπερίτρεπτος. αἵ τε περὶ τὰς τέχνας διαπονήσεις τῷ χρόνῳ τούτῳ συναπαρτίζονται. ἀλλὰ καὶ τὸ περισπούδαστον ἅπασιν, οἱ λόγοι, ἄχρι τῆς ἀκοῆς χάριν ἔχουσιν. ἀρετῆς δὲ ἄσκησις τίμιον μὲν κτῆμα τῷ ἔχοντι, ἥδιστον δὲ θεαμάτωνθαυμάτων Vat.; θέαμα editi antiqui. τοῖς ἐντυγχάνουσιν. ὧνἧς editi antiqui. ἐπιμελούμενος, ἄξιον σεαυτὸν καταστήσεις τῶν ἐν ἐπαγγελίαις ἀποκειμένων παρὰ τοῦ Κυρίουἡμῖν add. E. ἀγαθῶν.
277
Τίνι δʼ ἂν τρόπῳ ἔλθοις πρὸς τὴν τῶν καλῶν ἀνάληψινἀντίληψιν E. καὶ ὅπως ἂν τὰ κτηθέντα διασώσαιο,διασώσεις editi antiqui. μακρότερον εἰπεῖν ἢ κατὰ τὴν παροῦσαν ὁρμὴν τοῦ λόγου. ἐπῆλθε δʼ οὖν ἐμοὶ καὶ αὐτὰ ταῦτά σοιom. E. προσφθέγξασθαι, ἐξ ὧν ἤκουσα παρὰ τοῦ ἀδελφοῦ Θεοτέκνου· ὃν πάντοτε μὲν εὔχομαι ἀληθεύειν, μάλιστα δὲ ἐν τοῖς περὶ σοῦ λόγοις, ἵνα πλέον δοξάζηται ἐπὶ σοὶ ὁ Κύριος, ἀπὸ ῥίζης ἀλλοτρίας τοῖς πολυτιμήτοις καρποῖς τῆς εὐσεβείας βρύοντι.
Οὐαλεριανῷ