272
Καὶ τούτοις ἀπιστεῖν οὐκ ὀφείλεις, εἰ μὴ παντελῶς με ἀπεγνωσμένονεἶναι add. E. editi antiqui. ἡγῇ, καὶ καταφρονεῖν τῆς μεγάλης ἁμαρτίας τοῦ ψεύδους. ἀλλὰ πάνυ ἡμῖν αὐτὸς καὶ τὴν ἐπὶ τῷ πράγματι τούτῳ ὑπόνοιαν ἄφες, καὶ τοῦ λοιποῦ πάσης διαβολῆς ὑψηλοτέραν ποιοῦ τὴν ἐμὴν περὶπρὸς E. Harl. σὲ διάθεσιν, τὸν Ἀλέξανδρον μιμούμενος, ὅς, ἐπιστολὴν κατὰ τοῦ ἰατροῦ δεξάμενος ὡς ἐπιβουλεύοντος, ἐπειδὴ ἔτυχεν ἐν αὐτῷ τῷ καιρῷ φάρμακον λαβὼν ὥστε πιεῖν, τοσοῦτον ἀπέσχε πιστεῦσαι τῷ διαβάλλοντι, ὥστε ὁμοῦ τε τὴν ἐπιστολὴν ἀνεγίνωσκε, καὶ τὸ φάρμακον ἔπινεν. οὐδενὸς γὰρ τῶν ἐπὶ φιλίᾳ γνωρίμων ἀτιμότερον ἐμαυτὸν ἀξιῶ τίθεσθαι, τῷ μήτε ἁλῶναί ποτε εἰςπρὸς E. φιλίαν ἐξαμαρτών, καὶ ἔτι παρὰ τοῦ Θεοῦ μου λαβεῖν τὴν ἐντολὴν τῆς ἀγάπης, ἧς χρεώστης εἰμὶ οὐ μόνον κατὰ τὴν κοινὴν τῶν ἀνθρώπων φύσιν, ἀλλʼ ὅτι καὶ ἰδίως εὐεργέτην σε γνωρίζω ἐμαυτοῦ τε καὶ τῆς πατρίδος.
Ἀνεπίγραφος, περὶ Ἥρα
273
Ἀκριβῶς πεπεισμένος οὕτως ἡμᾶς ἀγαπᾷν τὴν σὴν τιμιότητα, ὥστε τὰ ἡμῖν διαφέροντα οἰκεῖα λογίζεσθαι, τὸ αἰδεσιμώτατον ἀδελφὸν ἡμῶν Ἥραν, ὃν οὐ κατὰ συνήθειάν τινα ἀδελφὸν ἡμῶν προσαγορεύομεν, ἀλλὰ κατὰ ἀκριβεστάτην καὶ οὐδεμίαν ἔχουσανom. E. ὑπερβολὴνκαὶ add E. τῆς φιλίας διάθεσιν,ὑπερεχόμενον E. συνιστῶ σου τῇ ὑπερφυεῖ καλοκαγαθίᾳ, καὶ παρακαλῶ οἰκείωςοἰκεῖον editi antiqui. τε αὐτὸν θεάσασθαι, καὶ τὴν κατὰ δύναμίν σοι παρασχέσθαι αὐτῷ προστασίαν ἐν οἷς ἂν δέηται τῆς μεγαλονοίας σου· ὥστε με τοῖς πολλοῖς οἷς ἤδη τετύχηκα παρὰ σοὶ ἀγαθοῖς καὶ ταύτην ἔχειν τὴν εὐεργεσίαν συναριθμεῖν.
ἹμερίῳἩμερίῳ E, Clarom. μαγίστρῳ