272
Ἀλλʼ ἐκεῖνό μοι θαυμαστὸν ἐφάνη καὶ παντελῶς παράλογον, τὸ σέ, ἄνδρα ἐπὶ τῷ βάρει τοῦ ἤθους μάλιστα διαφανῆ, ἀνασχέσθαι αὐτοῖς ἀμφοτέρας ἀνεῖναι τὰς ἀκοάς καὶ διαβολὴν κατʼ ἐμοῦ παραδέξασθαι,ἀναδέξασθαι E. ὃς πολλοὺς ἀγαπήσας ἐκ τῆς πρώτης ἡλικίας μέχρι τοῦ γήρως τούτου, οὐδένα οἶδα εἰς φιλίαν τῆς σῆς τελειότητος προτιμήσας. καὶ γὰρ καὶ εἰ μὴ ὁ λόγος ἔπεισέ με ἀγαπᾷν τοιοῦτον ὄντα, ἐξήρκει ἡ ἐκ παιδὸς συνήθεια προσδῆσαί με τῇ ψυχῇ σου. οἶδας δὲ ὅσονὅσα E. Harl., Med. δύναται πρὸς φιλίαν τὸ ἔθος. εἰ δὲ οὐδὲν δείκνυμι τῆς προαιρέσεως ταύτης ἄξιον, σύγγνωθί μου τῇ ἀσθενείᾳ. καὶ γὰρ οὐδὲ αὐτὸς ἔργον παρʼ ἐμοῦ εἰς ἀπόδειξιν τῆς εὐνοίας ἐπιζητήσεις,ἐπιζητεῖς editi antiqui. ἀλλὰ προαίρεσιν δηλονότι τὰ βέλτιστά σοι συνευχομένην. μὴ γάρ ποτε εἰς τοῦτο καταβαίη τὰ σά, ὥστε τῆς παρὰ τῶν οὕτω μικρῶν, ὁποῖος αὐτός εἰμι, εὐεργεσίας προσδεηθῆναι.