268
Τὰ μὲν οὖν μέχρι τῆς ἐπιδημίας τοῦ ἀγαπητοῦ ἀδελφοῦ ἡμῶν Λιβανίου τοῦ συνδιακόνου πεπραγμένα καθʼ ὑμῶνὑμᾶς multi MSS. δι’ αὐτοῦ κατὰ τὴν πάροδον ἱκανῶς ἐδιδάχθημεν, τὰ δὲ ἀπʼ ἐκείνου τοῦ χρόνου δεόμεθα μαθεῖν. μείζονα γὰρ ἐν τῷ μεταξὺ καὶ χαλεπώτερα ἀκούομεν γεγενῆσθαι πάθη περὶ τοὺς τόπους· ἅπερ, ἐὰν μὲν ᾖ δυνατόν, καὶ θᾶττον, εἰ δὲ μή, διὰ γοῦν τοῦ εὐλαβεστάτου ἀδελφοῦ Παύλου τοῦ συμπρεσβυτέρου ἐπανιόντος μάθοιμεν, ὡς εὐχόμεθα, ὅτι ἀβλαβὴς καὶ ἀνεπηρέαστος ὑμῶν φυλάττεται ἡ ζωή. διὰ δὲ τὸ ἀκοῦσαιὅτι add. E. πάντα λῃστῶν καὶ δησερτόρωνδισεκτόρων E. δησαρτόρων Regius primus; δισερτόρων Regius sec.; δισερτέρων Coisl. sec.; δεσερτόρων Med. πεπληρῶσθαι τὰ τῆς ὁδοῦ, ἐφοβήθημέν τι εἰς χεῖρας ἐμβαλεῖν τοῦ ἀδελφοῦ, μὴ καὶ αὐτῷ παραίτιοι θανάτου γενώμεθα. ἐὰν δὲ δῷ ὁ Κύριος μετρίαν γαλήνην, ὡς ἀκούομεν τοῦ στρατοπέδου τὴν πάροδον, σπουδάσομεν καὶ τῶν ἡμετέρων ἐκπέμψαι τινά, τὸν ἐπισκεψόμενον καὶ ἕκαστα ἡμῖν τῶν παρʼ ὑμῖνὑμῶν editi antiqui. ἀναγγέλλοντα.
Τῇ ὁμοζύγῳ Ἀρινθαίου στρατηλάτου παραμυθητική
269
Τὸ μὲν ἀκόλουθον ἦν καὶ ὀφειλόμενόν σου τῇ διαθέσει ἡμᾶς αὐτοὺς παρεῖναι καὶ συμμετέχειν τῶν γινομένων. οὕτω γὰρ ἂν ἑαυτῶν τε τὴν λύπην κατεπραύναμεν καὶ τῇ σεμνότητί σου τῆς παρακλήσεως τὸ εἰκὸς ἀπεπληρώσαμεν. ἐπεὶ δὲ οὐκέτι μου φέρει τὸ σώμα τὰς μακροτέρας κινήσεις, ἐπὶ τὴν διὰ τοῦ γράμματος ἤλθομενἦλθον editi antiqui. ὁμιλίαν, ὡς ἂν μὴ παντάπασιπάντη E. παντὶ Harl. δόξαιμεν ἀλλοτρίως ἔχειν πρὸς τὰ συμβάντα.