267
Γίνωσκε δὲ ὅτι πολλάκις μὲν οὐκ ἐπεστείλαμεν,ἀπεστείλαμεν E. οὐδὲ ὁσάκις ὀφειλόμενον ἦν, ἐπεστείλαμεν δὲ ὅμως τῇ θεοσεβείᾳ σου. καὶ τάχα οὐκ ἠδυνήθησαν διασῶσαι τὰς προσηγορίας ἡμῶν οἱ πιστευθέντες τὴν διακονίαν τῶν γραμμάτων ἀδελφοί. ἀλλὰ νῦν, ἐπειδὴ ἐπετύχομεν ἡμετέρων τῶν ὁδοιπορούντων πρὸς τὴν σὴν τιμιότητα, καὶ τὰ γράμματα αὐτοῖς ἐνεχειρίσαμεν προθύμως, καὶ ἀπεστείλαμένἐπεστείλαμεν E. alii MSS.; ἐστείλαμεν quatuor MSS. τινα, ἃ καταξίωσον ὑποδέξασθαιδέξασθαι Med. παρὰ τῆς ἡμετέρας ταπεινώσεως ἀνυπερηφάνως, καὶ εὐλογῆσαι ἡμᾶς κατὰ μίμησιν τοῦ πατριάρχου Ἰσαάκ. εἰ δέ τι, καὶ ὡς ἀσχολούμενοι καὶ ὑπὸ πλήθους φροντίδων τὸν νοῦν βεβαπτισμένον ἔχοντες, παρείδομεν τῶν πρεπόντων, μὴ λογίσῃ ἡμῖν, μηδὲ λυπηθῆς· ἀλλὰ μίμησαι τὴν σεαυτοῦ ἐν πᾶσι τελειότητα, ἵνα καὶ ἡμεῖς ἀπολαύσωμέν σου τῆς ἀρετῆς ὡς καὶ οἱ λοιποὶ πάντες. ἐρρωμένος,καὶ add. editi antiqui. εὔθυμος ἐν Κυρίῳ, ὑπερευχόμενός μου, χαρισθείης μοι καὶ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ.
Εὐσεβίῳ ἐν ἐξορίᾳ ὄντι