20
Ἀπέστειλα δὲ καὶ τὰ πρὸς Εὐνόμιον· ἃ εἴτε παιδιὰν χρὴ καλεῖν, εἴτε μικρῷ παιδιᾶς σπουδαιότερα, αὐτῷ σοι κρίνειν παρίημι· ὃςὅσον E. πρὸς μὲν τὰ οἰκεῖα σαυτοῦ οὐκέτι, οἶμαι, χρῄζεις, πρὸς δὲ τῶν ἐνδιαστρόφων τοὺς ἐντυγχάνοντας οὐκ ἀγεννές σοι ὅπλον ἔσεσθαι προσδοκῶ· οὐ τῇ δυνάμει τοῦ συντάγματος καταπιστεύοντες τοσοῦτον, ἀλλʼ ἀκριβῶς γνωρίζοντες ἀπὸ ὀλίγων ἀφορμῶν ἐπὶ πολλά σε ὄντα εὑρετικόν. ἐὰν δέ τι σοὶ καὶ ἀσθενέστερον ἔχειν τῆς χρείας καταφανῇ, μὴ κατοκνήσῃς ἐλέγξαι. τούτῳτούτῳ ἐν τούτῳ E. γὰρ μάλιστα φίλος κόλακος διενήνοχε, τῷ τὸν μὲν πρὸς ἡδονὴν ὁμιλεῖν, τὸν δὲ μηδὲμήτε A, B, C, D. τῶν λυπούντων ἀπέχεσθαι.
Λεοντίῳ σοφιστῇ