18
Οὔτε γεωργοὺς οἱ κατὰ γεωργίαν ξενίζουσι πόνοι, οὔτε ναύταις ὁ κατὰ θάλασσαν χειμὼν ἀπροσδόκητος, οὔτε τοῖς μισθαρνοῦσιν ὁθερινὸς om. E, sed non alia MSS. ἱδρὼς παράδοξος, οὔτε μὴν τοῖς εὐσεβῶς ζῇν ἑλομένοις αἱ κατὰ τὸν ἐνεστῶτα κόσμον θλίψεις ἀμελέτητοι.ἡ... θλίψις ἀμελέτητος A, B, C, D, F. ἀλλʼ ἑκάστῳ τῶν εἰρημένων οἰκεῖος καὶ γνώριμος τοῖς μετιοῦσιτοῖς μετιοῦσιom. A, B, C, D, F. συνέζευκται πόνος, οὐ δι’ ἑαυτὸν αἱρετός, ἀλλὰ δι’ ἀπόλαυσιν ἀγαθῶν προσδοκωμένων. ἐλπίδες γάρ, πάντα τὸν τῶν ἀνθρώπων συνέχουσαι καὶ συγκροτοῦσαι βίον, τὴν ἐφʼ ἑκάστῳ τούτων παραμυθοῦνται δυσκολίαν.
18
Τῶν μὲν οὖν ὑπὲρ γῆς καρπῶν ἢ τῶν κατὰ γῆν πονούντων, οἱ μὲν παντάπασιν ἐψεύσθησαν τῶν ἐλπίδων, μέχρι μόνης φαντασίας τῶν προσδοκωμένωντῶν προσδοκωμένωνom. F. τὴν ἀπόλαυσιν ἔχοντες, οἷς δὲ καὶ κατὰ γνώμην ἐκβῆναι συνέβη τὸ τέλος, δευτέρας ἐδέησε πάλιν ἐλπίδος, παραδραμούσης καὶ μαρανθείσης ἐνἐνom. E. τάχει τῆς προτέρας. μόνοις δὲ τοῖς ὑπὲρ εὐσεβείας καμοῦσιν οὐ ψεῦδος ἠφάνισεπαρηφάνισε E. τὰς ἐλπίδας, οὐ τέλος ἐλυμήνατο τοὺς ἄθλους,τοῖς ἄθλοις A, B, C, D, F. βεβαίας καὶ μονίμου διαδεχομένης τῆς τῶν οὐρανῶν βασιλείας.