248
Αὐτὸς δὲ καταξίου καὶ ἐπιστέλλειν ἡμῖν συνεχῶς περὶ τῶν κατὰ σεαυτόν. κἂν εὕρῃς τινὰ τὸν πιστῶν σοι δυνάμενον διακομίσαι τὸ πονηθὲν ἡμῖν βιβλίον, καταξίωσον μεταστείλασθαι, ἵνα τῇ σῇ ἐπικρίσει θαρρήσαντες καὶ εἰς ἄλλων χεῖρας αὐτὸ διαπεμψώμεθα. ἐρρωμένος, εὔθυμος τῷ Κυρίῳ, ὑπερευχόμενος, χαρισθείης μοι καὶ τῇ τοῦ Κυρίου Ἐκκλησίᾳ χάριτι τοῦ Ἁγίου.
Ἀνεπίγραφος, ἐπʼ ἀνδρὶ εὐλαβεῖ
249
Συγχαίρω τῷ ἀδελφῷ τῷδε, καὶ τῶν ἐνταῦθα θορύβων ἀπαλλασσομένῳ, καὶ τὴν σὴν εὐλάβειαν καταλαμβάνοντι. ἀγαθὸν γὰρ αὑτῷ ἐφόδιον πρὸς τὸν ἐφεξῆς αἰῶνα, τὴν μετὰ τῶν φοβουμένων τὸν Κύριον ἀγαθὴν διαγωγήν, ἐξελέξατο. ὃν καὶ παρατιθέμεθά σου τῇ τιμιότητι, καὶ παρακαλῶ δι’ αὐτοῦ εὔχεσθαι ὑπὲρ τῆς ἐλεεινῆς ἡμῶν ζωῆς, ἵνα, ῥυσθέντες τῶν πειρασμῶν τούτων, ἀρξώμεθαἀξιώμεθα editi antiqui. δουλεύειν τῷ Κυρίῳ κατὰ τὸ εὐαγγέλιον.
Πατροφίλῳ, ἐπισκόπῳ τῆς ἐν Αἰγεαῖς ἐκκλησίας
250
Ὀψὲ μὲν ἐδεξάμην τὰς ἐπὶ τοῖς προτέροις γράμμασιν ἀποκρίσεις, ἐδεξάμην δʼ οὖν ὅμωςom.E. διὰ τοῦ ποθεινοτάτου Στρατηγίου, καὶ εὐχαρίστησα τῷ Κυρίῳ, ὅτι διαμένεις ὁ αὐτὸς ἐν τῇ πρὸς ἡμᾶς ἀγάπῃ. ἃ δὲ νῦν κατηξίωσας περὶ τῆς αὐτῆς ὑποθέσεως ἐπιστεῖλαι, ἀπόδειξιν ἔχει τῆς ἀγαθῆς σου προαιρέσεως, ὅτι φρονεῖς τὰ δέοντα, καὶ συμβουλεύεις ἡμῖν τὰ λυσιτελῆ.