233
Τρεῖς οὖν εἰσιν οἱονεὶ βίων καταστάσεις, καὶ ἰσάριθμοι τούτοις αἱ τοῦ νοῦ ἡμῶν ἐνέργειαι. ἢ γὰρ πονηρὰ ἡμῶν τὰ ἐπιτηδεύματα, καὶ πονηρὰ ἡμῶν δηλονότι τὰ τοῦ νοῦ κινήματα· οἷον μοιχεῖαι, κλοπαί, εἰδωλολατρείαι, συκοφαντίαι, ἔριδες, θυμοί, ἐριθεῖαι, φυσιώσεις, καὶ ὅσα ἐν τοῖς ἔργοις τῆς σαρκὸς ὁ ἀπόστολος Παῦλος ἀπηριθμήσατο· ἢ καλά· ἢ μέση τίς ἐστι τῆς ψυχῆς ἡ ἐνέργεια, οὔτε κατεγνωσμένον τι ἔχουσα, οὔτε ἐπαινετόν· ὡς ἡ τῶν βαναύσων τούτων τεχνῶν ἀνάληψις, ἃς δὴ καὶ μέσας προσαγορεύομεν, οὐδὲν τῷ ἑαυτῶν λόγῳ πρὸς ἀρετὴν ἢ κακίαν ἀποκλινούσας. ποία γὰρ κακία κυβερνητικῆς ἢ ἰατρικῆς; οὐ μέντοιγε οὐδὲ ἀρεταὶ αὐταὶ καθʼ ἑαυτάς, ἀλλʼ ἐκ τῆς τῶν κεχρημένων προαιρέσεως πρὸς τὴν τοῦ ἑτέρου τῶν ἀντικειμένων ἀποκλίνουσι μοῖραν. ὁ μέντοι τῇ θεότητι τοῦ Πνεύματος ἀνακραθεὶς νοῦς, οὗτος ἤδη τῶν μεγάλων ἐστὶ θεωρημάτων ἐποπτικός, καὶ καθορᾷ τὰ θεῖα κάλλη, τοσοῦτον μέντοι, ὅσον ἡ χάρις ἐνδίδωσι καὶ ἡ κατασκευὴ αὐτοῦ ὑποδέχεται.