233
Οἶδα καὶ αὐτὸς ἀκούσας τούτου, καὶ γνωρίζω τῶν ἀνθρώπων τὴν κατασκευήν. τί οὖν ἐροῦμεν πρὸς ταῦτα; ὅτι καλὸν μὲν ὁ νοῦς· καὶ ἐν τούτῳ ἔχομεν τὸ κατʼ εἰκόνα τοῦ κτίσαντος· καὶ καλὸν τοῦ νοῦ ἡ ἐνέργεια· καὶ ὅτι ἀεικίνητος ὢν οὗτος, πολλάκις μὲν φαντασιοῦται περὶ τῶν οὐκ ὄντων ὡς ὄντων, πολλάκις δὲ εὐθυβόλως ἐπὶ τὴν ἀλήθειαν φέρεται. ἀλλʼ ἐπειδὴ τούτῳ διτταὶ δυνάμεις παραπεφύκασι, κατὰ τὴν ἡμετέραν τῶν εἰς Θεὸν πεπιστευκότων ὑπόληψιν, ἡ μὲν πονηρά, ἡ τῶν δαιμόνων, πρὸς τὴν ἰδίαν ἀποστασίαν ἡμᾶς συνεφελκομένη, ἡ δὲ θειοτέρα καὶ ἀγαθὴ πρὸς τὴν τοῦ Θεοῦ ὁμοίωσιν ἡμᾶς ἀνάγουσα· ὅταν μὲν ἐφʼ ἑαυτοῦ μένῃ ὁ νοῦς, μικρὰ καθορᾷ καὶ τὰ ἑαυτῷ σύμμετρα, ὅταν δὲ τοῖς ἀπατῶσιν ἑαυτὸν ἐπιδῷ, ἀφανίσας τὸ οἰκεῖον κριτήριον φαντασίαις σύνεστιν ἀλλοκότοις. τότε καὶ τὸ ξύλον οὐχὶ ξύλον εἶναι νομίζει, ἀλλὰ Θεόν, καὶ χρυσὸν οὐχὶ χρήματα εἶναι κρίνει, ἀλλὰ σεβάσματα. ἐὰν δὲ πρὸς τὴν θειοτέραν ἀπονεύσῃ μερίδα, καὶ τὰς τοῦ Πνεύματος ὑποδέξηται χάριτας, τότε γίνεται τῶν θειοτέρων καταληπτικός, ὅσον αὐτοῦ τῇ φύσει σύμμετρον.