231
Ὀλίγας εὑρίσκω τοῦ γράφειν πρὸς τὴν θεοσέβειάν σου τὰς ἀφορμάς, καὶ λυπεῖ με τοῦτο οὐ σμικρῶς. ὅμοιον γάρ, ὥσπερ ἂν εἰ καὶ ἐξὸν πολλάκις ὁρᾷν σε καὶ ἀπολαύειν σου, ὀλιγάκις ἐποίουν τοῦτο. ἀλλʼ οὐκ ἔξεστί μοι γράφειν δι’ ἀπορίαν τῶν ἐντεῦθεν πρὸς ὑμᾶς ἀφικνουμένων· ἐπεὶ οὐδὲν ἐκώλυεν, οἱονεὶ ἐφημερίδα τοῦ ἐμοῦ βίου τὰ γράμματα εἶναι, τὰ καθʼ ἑκάστην ἡμέραν συμπίπτοντα διαγγέλλειν σου τῇ ἀγάπῃ. ἐμοί τε γὰρ κουφισμὸν φέρει τὸ ἀνακοινοῦσθαί σοι τὰ καθʼ ἡμᾶς, σέ τε οἶδα οὐδὲν οὕτω μεριμνῶντα, ὡς τὰ ἡμέτερα. ἀλλὰ νῦν Ἐλπίδιος πρὸς τὸν ἑαυτοῦ δεσπότην ἐπειγόμενος, τοῦ ἀποδύσασθαι τὰς διαβολὰς τὰς ψευδῶς αὐτῷ παρά τινων ἐχθρῶν κατασκευασθείσας, ᾔτησεν ἡμᾶς τὴν ἐπιστολήν. δι’ οὗ καὶ προσφθεγγόμεθά σου τὴν εὐλάβειαν, καὶ συνιστῶμέν σοι τὸν ἄνδρα διά τε τὸ δίκαιον ἄξιον ὄντα τῆς παρὰ σοῦ προστασίας καὶ δι’ ἡμᾶς· οἳ εἰ καὶ μηδὲν ἄλλο ἔχομεν αὐτῷ μαρτυρεῖν, ἀλλʼ ὅτι περὶ πολλοῦ ἐποιήσατο γραμμάτων ἡμετέρων γενέσθαι διάκονος, τοῦτόν τε ἔχε ἐν τοῖς οἰκείοις, καὶ ἡμῶν μέμνησο, καὶ ὑπὲρ τῆς ἐκκλησίας εὔχου.