223
Ἐγὼ πολὺν χρόνον προσαναλώσας τῇ ματαιότητι, καὶ πᾶσαν σχεδὸν τὴν ἐμαυτοῦ νεότητα ἐναφανίσας τῇ ματαιοπονίᾳ, ἣν εἶχον προσδιατρίβων τῇ ἀναλήψει τῶν μαθημάτων τῆς παρὰ τοῦ Θεοῦ μωρανθείσης σοφίας, ἐπειδή ποτε, ὥσπερ ἐξ ὕπνου βαθέος διαναστὰς ἀπέβλεψα μὲν πρὸς τὸ θαυμαστὸν φῶς τῆς ἀληθείας τοῦ εὐαγγελίου, κατεῖδον δὲ τὸ ἄχρηστον τῆς σοφίας τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων, πολλὰ τὴν ἐλεεινήν μου ζωὴν ἀποκλαύσας, ηὐχόμην δοθῆναί μοι χειραγωγίαν πρὸς τὴν εἰσαγωγὴν τῶν δογμάτων τῆς εὐσεβείας. καὶ πρό γε πάντων ἐπιμελὲς ἦν μοι διόρθωσίν τινα τοῦ ἤθους ποιήσασθαι, πολὺν χρόνον ἐκ τῆς πρὸς τοὺς φαύλους ὁμιλίας διαστραφέντος. καὶ τοίνυν ἀναγνοὺς τὸ Εὐαγγέλιον, καὶ θεασάμενος ἐκεῖ μεγίστην ἀφορμὴν εἰς τελείωσιν τὴν διάπρασιν τῶν ὑπαρχόντων, καὶ τὴν πρὸς τοὺς ἐνδεεῖς τῶν ἀδελφῶν κοινωνίαν, καὶ ὅλως τὸ ἀφροντίστως ἔχειν τοῦ βίου τούτου, καὶ ὑπὸ μηδεμιᾶς συμπαθείας πρὸς τὰ ὧδε τὴν ψυχὴν ἐπιστρέφεσθαι, ηὐχόμην εὑρεῖν τινα τῶν ἀδελφῶν ταύτην ἑλόμενον τὴν ὁδὸν τοῦ βίου, ὥστε αὐτῷ συνδιαπεραιωθῆναι τὸν βραχὺν τοῦτον τοῦ βίου κλύδωνα.