218
Τὴν μὲν χρεῖαν, ἧς ἕνεκεν παρεγένετο ὁ ἀδελφὸς Αἰλιανός, κατώρθωσεν ἐφʼ ἑαυτοῦ, οὐδεμιᾶς παρʼ ἡμῶν συνεργίας προσδεηθείς· ἡμῖν δὲ διπλῆν ἔδωκε χάριν, κομίσας τε γράμματα τῆς σῆς θεοσεβείας καὶ ἀφορμὴν τῶν πρὸς σὲ γραμμάτων ἡμῖν παρασχόμενος. καὶ προσαγορεύομεν οὖν δι’ αὐτοῦ τὴν ἀληθινήν σου καὶ ἀμίμητον ἀγάπην· καὶ παρακαλοῦμεν προσεύχεσθαι περὶ ἡμῶν, νῦν, εἴπερ ποτέ, τῆς ἐκ τῶν προσευχῶν σου βοηθείας προσδεομένων. τὸ γὰρ σῶμά μου, ἐκ τῆς ὁδοῦ τῆς ἐπὶ τὸν Πόντον συντριβέν, ὑπὸ ἀρρωστίας συνέχεται οὐκ ἀνεκτῶς. ἐκεῖνο δὲ καὶ πάλαι ἐβουλόμην γνώριμον ποιῆσαι τῇ σῇ συνέσει (οὐχ ὡς ὑπʼ ἄλλης προηγουμένης αἰτίας διακρουσθεὶς ἐξελαθόμην)· νῦν δὲ ὑπομιμνήσκω, ἵνα καταξιώσῃς ἄνδρα σπουδαῖον πέμψαι εἰς τὴν Λυκίαν, κατασκέψασθαι, τίνες εἰσὶν οἱ τῆς ὀρθῆς πίστεως. δεῖ γὰρ τάχα μὴ παροφθῆναι αὐτούς, εἴπερ ἀληθῆ ἐστιν ἅ τις τῶν ἐκεῖθεν παραγενομένων πρὸς ἡμᾶς εὐλαβῶν διηγήσατο· ὅτι πάντη πρὸς τὸ Ἀσιανὸν φρόνημα ἀπηλλοτριωμένοι, ἡμᾶς καταδέχονται ἐπιγράφεσθαι κοινωνούς. εἰ δὲ μέλλει τις ἀπιέναι, ἐπιζητησάτω ἐν Κορυδάλοις Ἀλέξανδρον ἀπὸ μοναζόντων ἐπίσκοπον, καὶ ἐν Λιμύρᾳ Διάτιμον, καὶ ἐν Μύροις Τατιανὸν καὶ Πολέμωνα καὶ Μακάριον πρεσβυτέρους, ἐν Πατάροις ἐπίσκοπον Εὔδημον, ἐν Τελμεσῷ Ἱλάριον ἐπίσκοπον, ἐν Φέλῳ Λολλιανὸν ἐπίσκοπον.